Ἔργον
Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου
Ίδρυση της κοινοβιακής αδελφότητας και οργάνωση
Αποκάλυψη του θείου θελήματος δι' αγγέλου, υποδοχή των πρώτων μαθητών, θεσπισμός του μοναχικού κανόνα, μέριμνα για τους ποιμένες και ίδρυση γυναικείας μονής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ίδρυση της κοινοβιακής αδελφότητας και οργάνωση
Αποκάλυψη του θείου θελήματος δι' αγγέλου, υποδοχή των πρώτων μαθητών, θεσπισμός του μοναχικού κανόνα, μέριμνα για τους ποιμένες και ίδρυση γυναικείας μονής.
Ἀποκάλυψις τοῦ θείου θελήματος. Μετὰ δὲ ταῦτα συνελθόντων ἀδελφῶν, ἦν ἐν νήσῳ τινὶ θρύα μετ’ αὐτῶν κόπτων εἰς ψιάθους· καὶ αὐτοῦ ἀγρυπνοῦντος καρδίαν καὶ ἐπὶ πολὺ εὐχομένου καὶ αἰτουμένου γνωρισθῆναι αὐτῷ τὸ τέλειον θέλημα τοῦ θεοῦ, ὤφθη αὐτῷ ἄγγελος κυρίου, ὡς καὶ Μανωὲ καὶ τῇ γυναικὶ αὐτοῦ ὤφθη περὶ τῆς γεννήσεως Σαμψών, καὶ λέγει τῷ Παχωμίῳ· «Τὸ θέλημα τοῦ θεοῦ ἐστι τὸ διακονεῖν τῷ γένει τῶν ἀνθρώπων καὶ ἀποκαταλλάσσειν αὐτοὺς αὐτῷ.» Καὶ τρὶς τοῦτο εἰπὼν ἀπῆλθε.
Διαλογιζόμενος οὖν περὶ τῆς ἀπ’ ἀρχῆς πρὸς αὐτὸν γενομένης φωνῆς καὶ νῦν μᾶλλον πληροφορηθεὶς ἤρξατο ὑποδέχεσθαι τοὺς προσερχομένους αὐτῷ. Καὶ οὕτως μετὰ δοκιμασίας αὐτῶν, ἀξιούντων καὶ τῶν γονέων, ἐνεδίδυσκεν αὐτοὺς τὸ ἅγιον σχῆμα τῶν μοναζόντων, προσβιβάζων αὐτοὺς κατὰ μέρος ἐπὶ τὸν πνευματικὸν βίον, ὥστε πρῶτον μὲν ἀποτάξασθαι παντὶ τῷ κόσμῳ καὶ τοῖς κατὰ σάρκα συγγενέσιν, εἶτα διδάσκοντι τῷ σωτῆρι προθύμως ἀκολουθεῖν· τοῦτο γάρ ἐστι τὸ βαστάζειν τὸν σταυρόν. Καὶ αὐτοὶ δὲ διδασκόμενοι ἱκανῶς ὑπ’ αὐτοῦ κατὰ τὰς γραφὰς ἐκαρποφόρουν ἀξίως τῆς κλήσεως.
Περὶ τῆς ὑπηρεσίας καὶ διακονίας Παχωμίου. Βλέποντες δὲ αὐτὸν οὐ μόνον ταῖς τοῦ σώματος κακουχίαις κάμνοντα, ἀλλὰ γὰρ καὶ πᾶσαν φροντίδα τῆς μονῆς ἔχοντα ὑπερεθαύμαζον. Ἡτοίμαζε γὰρ αὐτοῖς τράπεζαν κατὰ τὴν ὥραν τοῦ φαγεῖν· ὁμοίως καὶ λάχανα σπείρων ἐπότιζε καὶ τῷ κρούοντι τὴν θύραν ἀπελογεῖτο· καὶ εἴ γέ τις αὐτῶν ἀσθενὴς ἦν, ἐσπούδαζεν ἡμέρας τε καὶ νυκτὸς ὑπηρετεῖν αὐτῷ· οὔπω γὰρ οἱ νεόφυτοι ἀδελφοὶ ἔφθασαν εἰς τοιαύτην διάθεσιν ὡς ἄλλοις δουλεύειν· ἀλλὰ ἀμερίμνους αὐτοὺς παντελῶς πρῶτον κατέστησε λέγων· «Ἐφ’ ᾧ ἐκλήθητε, ἀδελφοί, ἀγωνίσασθε τυχεῖν τούτου· ψαλμοὺς μελετᾶν καὶ τὰ ἀπὸ τῶν ἄλλων βιβλίων μαθήματα, ἐξαιρέτως δὲ τὸ εὐαγγέλιον. Κἀγὼ δουλεύων τῷ θεῷ καὶ ὑμῖν κατὰ τὴν ἐντολὴν αὐτοῦ ἀναπαύομαι.» Τὸ δὲ ὄνομα τοῦ πρώτου ἐλθόντος ἀδελφοῦ Ψενταΐσης ἦν, εἶτα Σοῦρος καὶ Ψώϊος.
Καὶ οὕτω λαλῶν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ πολλάκις ὠφέλει αὐτοὺς εἰς ζῆλον ἀγαθῶν ἔργων ὑποθήγων. Ἑώρων δὲ αὐτοῦ καὶ σιωπῶντος τὴν πρᾶξιν ἔλλογον οὖσαν· καὶ ἐθαύμαζον πρὸς ἀλλήλους λέγοντες· «Ἐνομίζομεν πάντας τοὺς ἁγίους οὕτως πεποιῆσθαι ὑπὸ τοῦ θεοῦ ἁγίους καὶ ἀτρέπτους καὶ μὴ αὐτεξουσίους, καὶ τοὺς ἁμαρτωλοὺς πάλιν μὴ δυναμένους ἀμέμπτως ζῆν διὰ τὸ οὕτως κτισθῆναι αὐτούς. Ἄρτι δὲ βλέπομεν τὴν ἀγαθότητα τοῦ θεοῦ φανερῶς ἐπὶ τοῦ πατρὸς ἡμῶν τούτου, ὅτι ἐξ ἑλλήνων γονέων ὑπάρχων τοσοῦτον θεοσεβὴς γέγονεν ὡς πάσας τὰς ἐντολὰς τοῦ θεοῦ ἐνδεδυμένος εἶναι. Οὐκοῦν καὶ ἡμεῖς καὶ πάντες δυνάμεθα ἀκολουθῆσαι αὐτῷ. Ἄρα τὸ γεγραμμένον τοῦτό ἐστι· “Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφο<ρ>τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” Συναποθάνωμεν οὖν ἵνα καὶ συζήσωμεν τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ὀρθῶς ὁδηγεῖ ἡμᾶς πρὸς τὸν θεόν.» Καὶ προσελθόντες λέγουσιν αὐτῷ· «Διὰ τί σὺ μόνος κάμνεις, πάτερ, εἰς ὅλα τὰ ἔργα τῆς μονῆς;» Καὶ εἶπεν αὐτοῖς· «Τίς ζεύγνυσι κτῆνος αὐτοῦ εἰς μηχανὴν καὶ παρορᾷ κάμνειν αὐτὸ μέχρις οὗ πέσῃ; Αὐτὸς δὲ ὁ οἰκτίρμων κύριος στηρίξει ποτὲ καὶ ὑμᾶς πρὸς τοῦτο ἢ ἄλλους πέμψει δυναμένους συναντιλαβέσθαι μοι περὶ τὴν μέριμναν τῆς μονῆς.»
Οὕτως οὖν διδάσκων ἐκανόνισεν αὐτοῖς τύπον ἀπρόσκοπον καὶ παραδόσεις ὠφελίμους τῶν ψυχῶν, συντάξας ἀπὸ τῶν θείων γραφῶν τὸ ἔνδυμα αὐτῶν εὐμέτρως, τὴν τροφὴν ἐν ἰσότητι καὶ τὸ κοιμηθῆναι εὐσχημόνως.
Καὶ οὕτω τοῦ θεοῦ καλοῦντος καὶ αὐξάνοντος, ἦλθον καὶ ἄλλοι ἀσκηταὶ σὺν αὐτῷ· Πεκύσιος, Κορνήλιος, Παῦλος, Παχώμιος ἄλλος καὶ Ἰωάννης, ἀκούοντες τῆς φήμης τῆς ὑγιαινούσης διδασκαλίας αὐτοῦ. Μετὰ δὲ ὀλίγας ἡμέρας ἦλθε Θεόδωρός τις, παιδίον ὡς ἐτῶν δεκατεσσάρων· καὶ γέγονεν αὐτῷ γνήσιον τέκνον καθ’ ὁμοιότητα αὐτοῦ. Ἔταξε δὲ τοὺς δυναμένους αὐτῶν ἐπὶ τὰς φανερὰς μερίμνας τοῦ μοναστηρίου πρῶτον. Ἐπληθύνθησαν γὰρ οἱ ἀδελφοὶ ὑπὲρ τὰ ἑκατὸν ἤδη ὀνόματα.
Ὅτε οὖν χρεία προσφορᾶς ἦν αὐτοῖς, μετεκαλεῖτο πρεσβύτερόν τινα τῶν ἔγγιστα ἐκκλησιῶν καὶ οὕτως ἐποίει τὴν ἑορτήν. Οὐ γὰρ ἦν ἐν αὐτοῖς τις ἐν καταστάσει κλήρου ἐκκλησιαστικοῦ γενόμενος, τοῦ μεγάλου Παχωμίου λογιζομένου καὶ πολλάκις λαλοῦντος αὐτοῖς, ἀγαθὸν εἶναι μὴ ζητεῖν ἀρχὴν καὶ δόξαν ἐν κοινοβίῳ μᾶλλον, ἵνα μὴ τῇ τούτου ἀφορμῇ ἔρις καὶ φθόνος γένηται καὶ ζῆλος ἐν μέσῳ μοναχῶν πολλῶν παρὰ τὸ θέλημα τοῦ θεοῦ καὶ λοιπὸν σχίσματα συμβῇ. «Ὃν γὰρ τρόπον σπινθὴρ πυρὸς ἐλάχιστος κατὰ τὴν ἀρχήν, εἰς ἅλωνα βληθεὶς καὶ μὴ τάχιον σβεσθεὶς ἀπόλλυσι τοῦ ἐνιαυτοῦ τοὺς πόνους, οὕτως ἀρχὴ λογισμοῦ φιλαρχίας ὁ κλῆρος ὢν τοὺς καρποὺς ἀφανίζει τῶν μοναχῶν.
Καλὸν οὖν μᾶλλον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἐπιεικῶς ὑποτάσσεσθαι καὶ ὃν ἂν εὕρωμεν κατὰ καιρὸν ὑπὸ τῶν πατέρων ἡμῶν τῶν ἐπισκόπων κατασταθέντα, ἔχειν αὐτὸν λειτουργὸν τῆς ἱερατείας ταύτης. Οὐδὲ γὰρ οὐδὲ τὸ παλαιὸν ὁ λαὸς ἅπας λευῗται ἦσαν. Κἂν δέ τις τῶν ἀλλαχοῦ μοναχῶν εἰς ἱερωσύνην καταστῇ, οὐκ ἐξουδενοῦμεν αὐτὸν ὡς φίλαρχον, μὴ γένοιτο· μᾶλλον δὲ ὡς ἑκούσιον αὐτὸν λογιζόμεθα πατέρα ὑπήκοον καὶ μιμητὴν τῶν ἁγίων, ἐὰν ἀμέμπτως τελειώσῃ τὴν λειτουργίαν.
Καί τινα πάλιν ἐν μέμψει γενόμενον ἴσως ὡς ἄνθρωπον, οὐ κρίνομεν αὐτόν· ὁ γὰρ θεὸς κριτὴς ὢν ὑφ’ ἑαυτὸν ἔχει τοὺς κατὰ καιρὸν κριτάς, τοὺς διαδόχους τῶν ἀποστόλων δυναμένους τῷ πνεύματι κρῖναι δικαίαν κρίσιν. Ἡμεῖς δὲ οἱ ἐλάχιστοι συμπαθεῖς καὶ οἰκτίρμονες ἀλλήλοις ὀφείλομεν γίνεσθαι.» Καὶ ταῦτα μὲν ἔλεγεν ὁ Παχώμιος. —Ὅτε δὲ παρεγένετό τις κληρικὸς βουλόμενος παρ’ αὐτοῖς εἶναι μοναχός, τῇ μὲν τάξει τῆς ἱερωσύνης νομίμως ὑποτασσόμενος τῷ νόμῳ τοῦ θεοῦ τὴν ἰδίαν ἐτέλει λειτουργίαν· κατὰ δὲ τοὺς κανόνας τῆς συστάσεως τῶν ἀδελφῶν ἑκουσίως ὡς πάντες ὑπήκοος κἀκεῖνος ἐγίνετο.
Περὶ τῆς τάξεως τῶν διακόνων ἐν τῷ κοινοβίῳ. Βλέπων δὲ ὁ Παχώμιος γέροντας ἢ ἀσθενεῖς τῷ σώματι ἢ παιδία ἐκήδετο τῶν ψυχῶν αὐτῶν οἰκτείρων κατὰ πάντα. Ζηλωτὴς γὰρ ἦν σφόδρα τοῦ ἀγαθοῦ. Ἔταξε δέ τινας ἐκ τῶν προκοπτόντων καὶ τῇ πίστει αὐξανομένων συναντιλαμβάνεσθαι αὐτῷ εἰς περιποίησιν ψυχῶν, πρῶτον οἰκονόμον τῆς μονῆς ἐν πάσαις ταῖς σωματικαῖς χρείαις καὶ δεύτερον ὑπ’ αὐτὸν συνεργόν, εἶτα οἰκιακοὺς καθ’ ἑκάστην οἰκίαν καὶ δευτέρους εἰς συνέργειαν αὐτοῖς. Ἡ μὲν οὖν πρώτη οἰκία τοῖς μικροῖς οἰκονόμοις ἀφώριστο· ἑτοιμάζουσί τε τράπεζαν καὶ ἑψήματα ἕψουσι κατὰ τὴν ἑκάστου διαφοράν.
Λοιπὸν γὰρ πλῆθος ἀδελφῶν ἦν διαφόρων· καὶ εἴ τις αὐτῶν ἤθελεν ἐγκρατεύεσθαι πάλιν, ἐποίουν αὐτῷ προθύμως καὶ ἀκωλύτως κατὰ τὴν ἐγκράτειαν ὡς ἠδύνατο. Ἔταξε δὲ καὶ ἄλλην οἰκίαν οἰκονόμων ὅπως πάντας τοὺς νοσοῦντας ἀδελφοὺς ἀναπαύσωσιν ἐν ἐπιμελείᾳ γνησίᾳ κατὰ τοὺς κανόνας αὐτῶν· καὶ ἐν αὐτῇ κατέστησεν οἰκιακὸν καὶ δεύτερον κατὰ τὸ αὐτό. Πρὸς δὲ ταῖς θύραις τῆς μονῆς ἔταξεν εὐλαβεῖς ἄνδρας ἐστυμμένους τῷ τοῦ θεοῦ φόβῳ καὶ φιλοξένους, ὅπως ὑποδέχωνται τοὺς παραβάλλοντας πρὸς τὴν ἀξίαν ἑκάστου καὶ τοὺς μέλλοντας γενέσθαι μοναχοὺς παρ’ ἑαυτοῖς ἔχωσι νουθετοῦντες τὰ πρὸς σωτηρίαν, ἕως αὐτοὺς ἐνδύσῃ τὸ σχῆμα τῶν μοναχῶν. Ὁμοίως ἔταξε καὶ ἄλλους πιστοὺς καὶ τῇ θεοσεβείᾳ κοσμίους ἐπὶ τοῖς ἔργοις τῶν ἀδελφῶν, ὥστε πωλεῖν καὶ ἀγοράζειν τὰς χρείας. Ἕκαστος δὲ οἰκιακὸς τῶν τριῶν οἰκιῶν ἔχειν ὡρίσθη τὴν φροντίδα ταύτην ὥστε κατὰ τρεῖς ἑβδομάδας ἀλλάσσειν τοὺς ὑπηρετοῦντας τοῖς ἀδελφοῖς καὶ ἄλλο τάγμα εἰς τοῦτο τάξαι, ἐκείνους δὲ τὸ ἔργον τῶν χειρῶν ἐργάζεσθαι ὅπερ ἂν τάξῃ αὐτοῖς ὁ οἰκιακὸς κατὰ τὴν γνώμην τοῦ μεγάλου οἰκονόμου ἤτοι τοῦ πατρὸς τῆς μονῆς. Ἐτάχθησαν δὲ καὶ ἄλλαι οἰκίαι ὑπ’ αὐτοῦ σὺν τοῖς οἰκιακοῖς καὶ δευτέροις αὐτῶν ἐργάζεσθαι τέχνας διαφόρους καὶ τὸ ἔργον τῶν ψιάθων, ἑτοίμους δὲ πρὸς ὑπακοὴν εἶναι καὶ μὴ ἔχειν θέλημα καρδίας ἐν μηδενί, ἵνα καρποφορήσωσιν τῷ θεῷ.
Ἀπόντος δὲ τοῦ πατρὸς τῆς μονῆς, ὁ δεύτερος ἱκανός ἐστιν εἰς πᾶσαν διαταγὴν ἕως ἔλθῃ ἐκεῖνος, χωρὶς μέντοι πάσης ὑψηλοφροσύνης καὶ καυχήματος, ἐν ταπεινοφροσύνῃ καὶ πραότητι εἰς οἰκοδομὴν τῶν ἀδελφῶν· οὕτως καὶ ἐπὶ τοῦ οἰκιακοῦ καὶ δευτέρου οἰκίας. Κατηχήσεις δὲ τὸν μὲν οἰκονόμον τῆς μονῆς τρεῖς ποιεῖν τῆς ἑβδομάδος, σαββάτῳ μὲν μίαν, τῇ δὲ κυριακῇ δύο· τοὺς δὲ οἰκιακοὺς ἐν ταῖς δύο νηστείαις.
Περὶ τῆς ἐπιμελείας Παχωμίου ... Καὶ τοῦτο δὲ ἐσπούδασε Παχώμιος ἐκκλησίαν οἰκοδομῆσαι ἐν τῇ ἐρήμῳ κώμῃ τοῖς περὶ τὸν τόπον ποιμέσι, μετρίοις οὖσιν, ὅπως συναγόμενοι ἐν τῇ κυριακῇ καὶ τῷ σαββάτῳ ἀκούωσι τὸν λόγον τοῦ θεοῦ. Τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ ἐποίησεν, ἀλλὰ γνώμῃ Σεραπίωνος τοῦ ἐπισκόπου Τεντύρων. Ἀπερχόμενος οὖν ἐκεῖ μετὰ καὶ ἄλλων ἀδελφῶν, διὰ τὸ μὴ εἶναι παρ’ αὐτοῖς ἀναγνώστην αὐτὸς ἦν ἀναγινώσκων αὐτοῖς κατὰ τὴν ὥραν τῆς συνάξεως. Ἀνήλισκε δὲ καὶ εἰς τὰς χρείας αὐτῆς· καὶ τοῖς παραβάλλουσι ξένοις ἐπήρκει, ἕως οὗ κατεστάθη τις πρεσβύτερος ἐκεῖ.
Μέχρι δὲ τότε ἀναγινώσκων αὐτοῖς ὁποίαν εἶχε τήν τε ἐπιστήμην καὶ τὴν εὐλάβειαν, τούς τε ὀφθαλμοὺς τηρῶν ὡς πρέπει καὶ τὴν διάνοιαν σὺν τῷ στόματι. Βλέποντες οὖν οἱ κοσμικοὶ ἄνθρωπον τοῦ θεοῦ ἐν μέσῳ αὐτῶν, μᾶλλον προθυμίαν ἔσχον χριστιανοὶ καὶ πιστοὶ γενέσθαι. Πολὺ γὰρ οἰκτίρμων καὶ φιλόψυχος ἦν· καὶ πολλάκις βλέπων τοὺς ἀνθρώπους μὴ ἐπιγινώσκοντας τὸν ποιήσαντα αὐτοὺς θεόν, κατ’ ἰδίαν ἔκλαιεν ἱκανῶς, ἐπιθυμῶν εἰ δυνατὸν ἦν σῶσαι πάντας.
Περὶ τοῦ μεγάλου Ἀθανασίου. Ὁ δὲ ἁγιώτατος ἐπίσκοπος Ἀλεξανδρείας Ἀθανάσιος κατὰ τὸν καιρὸν ἐκεῖνον ἀρχόμενος ἦν τῆς ἐπισκοπῆς· καὶ τηνικαῦτα τὰς ἐκκλησίας τοῦ θεοῦ στηρίζων, εἰς τὴν ἄνω Θηβαΐδα μέχρι Συήνης ἀπῄει. Διαπλέοντος οὖν αὐτοῦ τὸ Ταβεννῆσιν, συνεξῆλθε τοῖς ἀδελφοῖς ἐν ἀγαλλιάσει μετὰ ψαλμῶν ἔμπροσθεν αὐτοῦ ὁ μέγας Παχώμιος. Ἦν δὲ πολὺς ὁ ὄχλος περὶ αὐτὸν δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ. Καὶ ἐπειδὴ ὁ προειρημένος ἐπίσκοπος Τεντύρων προῃτήσατο τὸν πάπαν Ἀθανάσιον λέγων· «Ἔχω πατέρα μοναζόντων ἐν τῷ τόπῳ μου καὶ θέλω ἵνα καταστήσῃς αὐτόν, θεοῦ ἄνθρωπον ὄντα, πατέρα καὶ πρεσβύτερον ἐπὶ πάντων τῶν μοναχῶν τῆς ἐνορίας μου», τοῦτο ἀκούσας ὁ Παχώμιος εἰς ὄψιν μὲν οὐκ ἦλθε τῷ πάπᾳ, κρυβεὶς ἐν μέσῳ τῶν ἀδελφῶν ἕως παρῆλθεν. Ὅμως δὲ μακρόθεν ἀτενίσας ἐπέγνω τὸν μέγαν Ἀθανάσιον ἐν τῷ πλοίῳ ἅγιον ὑπάρχειν καὶ δοῦλον τοῦ θεοῦ, μάλιστα τοὺς ποικίλους πειρασμοὺς ἀκούων οὓς ὑπέμεινεν κατὰ τὸ εὐαγγέλιον, καὶ τὴν ὀρθὴν αὐτοῦ πίστιν ἧς ἕνεκεν καὶ μετὰ ταῦτα ἔπασχεν.
Περὶ Ὠριγένους. Ἐμίσει δὲ καὶ τὸν λεγόμενον Ὠριγένην, οὐχ ὅτι μόνον ἐξεβλήθη τῆς ἐκκλησίας ὑπὸ Ἡρακλᾶ τοῦ τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπου πρὸ Ἀρείου καὶ Μελετίου τῶν κατὰ Χριστοῦ βλασφημησάντων, ἀλλ’ ὅτι κἀν τοῖς συγγράμμασιν αὐτοῦ δεινά τινα ἀκούσας ἐπέγνω αὐτὸν βλάσφημον εἶναι καὶ τολμηρὸν κατὰ τῆς ἰδίας ζωῆς· συνέμιξε γὰρ τὰ δοκοῦντα πιθανὰ τοῖς ὀρθοῖς ῥήμασι τῆς θείας γραφῆς εἰς ἀπώλειαν τῶν ἀγνοούντων, ὃν τρόπον ἀναμιγνύει τις μέλιτι δηλητήριον φάρμακον. Ὅθεν ὁ μέγας Παχώμιος τοῖς ἀδελφοῖς ἐνετείλατο σφόδρα μὴ μόνον μὴ ἀναγνῶναι τολμῆσαι τὰ ἐκείνου συγγράμματα, ἀλλὰ μηδὲ ὅλως ἀκοῦσαι τῶν λεγομένων ὑπ’ αὐτοῦ. Εὑρὼν γοῦν ποτε βιβλίον Ὠριγένους ἔβαλεν εἰς τὸ ὕδωρ καὶ ἀπώλεσεν αὐτὸ λέγων· «Εἰ μὴ τὸ ὄνομα τοῦ θεοῦ γεγραμμένον ἦν ἐν αὐτῷ, κατέκαυσα ἂν τὰς βλασφημίας καὶ φλυαρίας αὐτοῦ.» Οὕτως δὲ ἦν ὁ ἅγιος τοῖς ὀρθοδόξοις ἐπισκόποις καὶ διαδόχοις τῶν ἀποστόλων καὶ αὐτοῦ Χριστοῦ προσέχων ὡς τὸν σωτῆρα βλέπων ἀεὶ ἐν τῇ ἐκκλησίᾳ προκαθήμενον ἐπὶ τοῦ θρόνου καὶ διδάσκοντα δι’ αὐτοῦ. Καὶ εἴ τινός ποτε ἤκουσε καταλαλοῦντος αὐτῶν ἐν οἱῳδήποτε τρόπῳ, οὐκ ἠνείχετο, ἀπαλλοτριῶν ἑαυτὸν τῶν τοιούτων ὡς ἀπὸ ὄφεων, εἰ καὶ τῶν δοκούντων εἶέν τινες. «Οὐδεὶς γὰρ ἀγαθός, φησίν, προφέρει τὸ πονηρόν, μάλιστα κατὰ πατέρων ἁγίων.»
Ἐμνημόνευε δὲ καὶ Μαρίας τῆς ἀδελφῆς Μωσέως καὶ τῶν κατ’ αὐτοῦ γογγυσμῶν. Οὕτως ἦν λίαν εὐθὴς καὶ τοῖς ἐντυγχάνουσιν αὐτῷ ὠφέλιμος.
Περὶ τῆς ἀδελφῆς Παχωμίου. Ἀκούσασά ποτε ἡ ἀδελφὴ τοῦ μεγάλου ἦλθεν ἰδεῖν αὐτόν. Καὶ πέμπει τὸν προσέχοντα τῇ θύρᾳ ἀδελφὸν εἰπεῖν αὐτῇ· «Ἰδοὺ ἤκουσας περὶ ἐμοῦ ὅτι ζῶ· μὴ λυπηθῇς ὅτι οὐκ εἶδές με. Ἀλλ’ εἰ καὶ θέλεις καὶ σὺ τούτου τοῦ ἁγίου βίου μετασχεῖν ὅπως εὕρωμεν ἔλεος παρὰ τῷ θεῷ, σκέψαι καὶ οἱ ἀδελφοὶ ποιοῦσί σοι μονὴν εἰς τὸ ἡσυχάσαι ἐκεῖ· καὶ ἴσως καλέσει καὶ ἄλλας σὺν σοὶ εἶναι ὁ κύριος. Οὐδεμίαν γὰρ ἔχει ἄλλην ἐλπίδα ἄνθρωπος ἐν τῷ κόσμῳ εἰ μὴ τὸ ποιεῖν ἀγαθὸν ἑαυτῷ καὶ τῷ πλησίον, πρὶν ἐξέλθῃ ἀπὸ τοῦ σώματος εἰς τὸν τόπον οὗ μέλλει κρίνεσθαι καὶ ἀπολαβεῖν κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ ταῦτα ἐκείνη ἀκούσασα ἐδάκρυσε· καὶ κατανυγεῖσα ἔκλινε τὴν καρδίαν αὐτῆς πρὸς τὸ σωθῆναι.
Περὶ τῆς γυναικείας μονῆς καὶ Πέτρου τοῦ πατρὸς αὐτῆς. Καὶ οὕτως ἐγένετο μοναστήριον γυναικῶν ἐν τῇ κώμῃ μακρὰν ὀλίγον τῶν ἀδελφῶν. Καὶ ὅσον ὅσον πληθυνομένων, μήτηρ αὐτῶν ἦν. Πέτρον οὖν τινα εὐλαβέστατον καὶ πρεσβύτην τὴν ἡλικίαν ἔταξεν εἰς τὸ ἐπισκέπτεσθαι αὐτάς. Ἦν γὰρ ὁ λόγος αὐτοῦ ἅλατι ἠρτυμένος καὶ σεμνοὶ λίαν σὺν τῇ διανοίᾳ οἱ ὀφθαλμοί. Πολλάκις τε στήκων ὡμίλει αὐταῖς τὰ τῆς σωτηρίας ἀπὸ τῶν θείων γραφῶν.
Ἔγραψε δὲ καὶ αὐταῖς ὁ Παχώμιος τοὺς κανόνας τῶν ἀδελφῶν, πέμψας διὰ τοῦ γέροντος Πέτρου, ὅπως κατὰ κυβέρνησιν στοιχήσωσιν αὐτοῖς. Καὶ ὅτε τις τῶν ἀδελφῶν, μήπω εἰς τελειότητα φθάσας, ἤθελεν ἐπισκέψασθαι ἰδίαν ἑαυτοῦ, ἔπεμπεν αὐτὸν διὰ τοῦ οἰκιακοῦ εἰς τὸν γέροντα Πέτρον. Οὕτω δὲ μετεδίδοτο φάσις τῇ μητρὶ αὐτοῦ ἢ ἀδελφῇ· καὶ παρούσης ἄλλης ἱκανῆς ἐν κυρίῳ, ἐπεσκέπετο τὴν διαφέρουσαν αὐτῷ ἐκεῖνος μετὰ πολλῆς εὐλαβείας, ἐπιλανθανόμενος ἅμα τῆς σαρκικῆς συγγενείας, μηδὲν φέρων αὐτῇ (οὐ γὰρ εἶχε) μηδὲ λαμβάνων ὁμοίως. Ἤρκει γὰρ ἀμφοτέροις ἡ ἐλπὶς καὶ ἡ μνήμη τῶν αἰωνίων ἀγαθῶν. Ὅτε δὲ χρεία ἐγίνετο οἰκοδομῆσαί τι ἐκεῖ ἢ ἐργάσασθαι ὧν εἰκός, ἐκλεγόμενος ἐπιστήμονα καὶ εὐλαβῆ ἀδελφὸν μετὰ καὶ ἄλλων ὁμοίων ἔπεμπεν ἐκεῖ ἐπὶ τούτῳ· καὶ ἐργαζόμενοι μέχρις ἀρίστου, τῇ ὥρᾳ τοῦ φαγεῖν ἤρχοντο εἰς τὴν μονήν.
Καὶ ἡνίκα τις τῶν ἐκεῖ παρθένων ἐτελεύτα τὸν βίον, αἱ μὲν προβεβηκυῖαι ἐν αὐταῖς σινδόνα πρῶτον εἰς τὸ σῶμα τῆς ἀποιχομένης ἐπιβληθῆναι παρεκελεύοντο· ἔπειτα τῶν ἀποσταλέντων ἀδελφῶν καὶ εἰς τοῦτο ταχθέντων ἑστηκότων σεμνῶς ὑπὸ τὴν ἐκεῖσε στοὰν ἐν συνάξει καὶ ψαλλόντων κοσμίως ἕως ἐνταφιασθῇ, ἐκεῖναι μακρὰν εἰς τὸ ἕτερον μέρος παρίσταντο· καὶ μετὰ τοῦτο τῶν ἀνδρῶν εἰς τὸ ὄρος προαγόντων καὶ σεμνοτέρως ψαλλόντων, αὗται τῆς ἁμάξης ὄπισθεν ἠκολούθουν, τοῦ πατρὸς αὐτῶν Πέτρου μὴ ἀφισταμένου αὐτῶν ὅλως, ἕως ἔλθωσιν εἰς τὴν μονὴν ἑαυτῶν ἐν φόβῳ θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.