Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου

Παχώμιος ὁ Μέγας

Οράματα, δοκιμασίες αδελφών και η πνευματική τελείωση του Θεοδώρου

Αποκαλυπτικά οράματα για τις αιρέσεις, η διόρθωση όσων γόγγυζαν, η δοκιμασία και το επιτίμιο του Θεοδώρου προς θεραπεία της φιλαρχίας και διδασκαλίες περί νήψεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 10

Περὶ τῶν γογγυζόντων ἀδελφῶν. Ἦσαν δὲ ἀδελφοὶ τῶν ἀρχαιοτέρων δέκα ἐν Παβαῦ τῇ μονῇ, τῷ μὲν σώματι ἁγνοί, ἀλλ’ ἐγόγγυζον πολλάκις, καὶ μετὰ πίστεως οὐκ ἤκουον αὐτοῦ. Ὁ δὲ τοῦ θεοῦ ἄνθρωπος, μακρόθυμος ὢν καὶ τὰς ψυχὰς ἀγαπῶν, μάλιστα εἰς ἃς ἐκοπίασε νουθετῶν καὶ παρακαλῶν ἐπὶ χρόνον, καὶ μὴ δυνάμενος αὐτοὺς διορθώσασθαι, οὐκ ἠθέλησε παριδεῖν ἄχρι τέλους, ἀλλ’ ἔδωκεν ἑαυτὸν ὑπὲρ αὐτῶν κόπτεσθαι καὶ πενθεῖν πρὸς κύριον, οὐ μόνον ἐν νηστείᾳ τὴν ψυχὴν ταπεινώσας ὡς τὰς ἓξ τῆς ἑβδομάδος ἡμέρας ποιῶν ἄτροφος, ἀλλὰ καὶ ἀγρυπνῶν ὑπὲρ δύναμιν ἐπὶ τέσσαρας ἡμέρας, ὥστε τὸ σῶμα αὐτοῦ πάνυ λεπτὸν γενέσθαι καὶ ἄτονον. Διὸ καὶ εἰσήκουσεν αὐτὸν μετὰ ταῦτα ὁ κύριος, ἐν τῷ λαβεῖν αἴσθησιν ἕκαστον αὐτῶν καὶ ἰαθῆναι ἀπὸ τοῦ σφάλματος κατὰ δύναμιν· καὶ οὕτως ἐκοιμήθη<σαν> ἐν κυρίῳ.

Περὶ τοῦ δηχθέντος ὑπὸ σκορπίου. Ἦν δέ τις ἄλλος δυνατὸς τῷ πνεύματι καὶ τὴν ὑπομονὴν τοῦ μεγάλου ζηλῶν. Τοῦτον οὖν ποτε εὐχόμενον ἔδηξεν ὁ σκορπίος κατὰ τοῦ ποδός. Ὁ δὲ τὸν δεδηγμένον πόδα τῷ σκορπίῳ ἐπιθεὶς ηὔξατο λέγων· «Εἰ ὁ θεὸς οὐκ ἰάσεταί με, τίς με ἰάσεται;» Καὶ κατὰ τὴν ἀρχὴν δοκιμαζομένου αὐτοῦ εἰ ὑπομένει καὶ τῆς ὀδύνης τοῦ ἰοῦ βασανιζούσης αὐτοῦ τὴν καρδίαν, παρ’ ὀλίγον ἐδεδώκει τὸ πνεῦμα.

Οὕτω δὲ καρτερῶν βίᾳ τὴν βάσανον ἐνίκησεν ἕως ὥρας τῆς συνάξεως.

Ὅραμα περὶ τῶν στύλων ἤγουν τῶν αἱρέσεων. Εἶπεν δέ ποτε τοῖς ἀδελφοῖς ὁ ἀββᾶς Παχώμιος· «Ὃ μέλλω λέγειν ὡς ὅραμά ἐστιν. Εἶδον ἐν μιᾷ τόπον μέγαν ἔχοντα στύλους πολλοὺς τεταγμένους ἐν αὐτῷ καὶ πολλοὺς ἀνθρώπους ἐν τῷ τόπῳ μὴ βλέποντας ὅπου ἀπέλθωσι. Καί τινες αὐτῶν κυκλεύοντες τοὺς στύλους ἐνόμιζον ὅτι πολλὴν ὁδὸν ἤνυσαν ὅπως ἔλθωσιν εἰς τὸ φῶς. Φωνὴ δὲ πανταχόθεν ἠκούετο· “Ἰδοὺ τὸ φῶς ὧδέ ἐστι.” Καὶ ἀνέκαμπτον ὥστε τὸ φῶς εὑρεῖν. Καὶ πάλιν ἑτέρωθεν φωνῆς ἐρχομένης, αὖθις ἀνέκαμπτον.

Καὶ πολλὴ ταλαιπωρία ἦν ἐκεῖ. Ὕστερον δὲ λύχνος ὤφθη προπορευόμενος πολλῶν τινων· καὶ τέσσαρες ἐξ αὐτῶν ἑώρων αὐτόν. Πάντες οὖν ἠκολούθουν αὐτοῖς, κρατῶν ἕκαστος τὸν ὦμον τοῦ πλησίον αὐτοῦ, μὴ πλανηθῇ τῷ σκότει. Καὶ εἴ γέ τις ἀπέλυσε τὸν ἔμπροσθεν, σὺν τοῖς ἀκολουθοῦσιν ἐπλανᾶτο. Ἐγὼ δέ, δύο τινὰς ἐπιγνοὺς ἀφέντας τὸ κρατεῖν, ἔκραζον αὐτοῖς· “Κρατήσατε, μὴ καὶ ἑαυτοὺς ἀπολέσητε καὶ ἄλλους.” Τοῦ οὖν λύχνου ὁδηγοῦντος, ὅσοι ἠκολούθησαν ἀνέβησαν διὰ θυρίδος εἰς τὸ φῶς.» Τοῦτο εἴρηκε μὲν ὁ ἀββᾶς Παχώμιός τισι τῶν μετ’ αὐτοῦ. Ἡμεῖς δὲ παρ’ αὐτῶν ἠκούσαμεν μετὰ χρόνον πολὺν καὶ τὴν σύγκρισιν οὕτως· Ὁ κόσμος οὗτος σκοτεινός ἐστι διὰ τὴν πλάνην τῶν αἱρέσεων νομιζομένων ὡς στύλων τινῶν ὑποδεικνύναι τὴν εὐθεῖαν ὁδόν. Ὁ δὲ λύχνος ἐστὶν ἡ πίστις τοῦ Χριστοῦ ἡ σῴζουσα τοὺς πιστεύοντας καὶ ἄγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Περὶ τοῦ δίχα ψαλμῶν ταφθέντος. Ἀπέθανέ τίς ποτε ἐν τῇ μονῇ. Καὶ μετὰ τὸ κηδευθῆναι αὐτόν, οὐκ ἀφῆκε τοὺς ἀδελφοὺς ἔμπροσθεν αὐτοῦ ψάλλειν ἀπιόντας εἰς τὸ ὄρος, ὡς ἔθος ἦν· ἀλλ’ οὐδὲ προσφορὰ ἐγένετο ὑπὲρ αὐτοῦ· τὰ δὲ ἐνδύματα αὐτοῦ συνάξας ἔκαυσε μέσον τῆς μονῆς, φοβερίζων πάντας μὴ καταφρονεῖν τῆς ἑαυτῶν ζωῆς. Πῶς δὲ ἠνέσχετο αὐτοῦ μέχρι θανάτου οὐκ οἴδαμεν· τοῦτο δὲ οἴδαμεν ὅτι οἱ ἄνθρωποι τοῦ θεοῦ οὐδὲν βλαβερὸν ποιοῦσιν, ἀλλὰ καὶ τὸ ἀπότομον αὐτῶν καὶ ἡ χρηστότης μεμετρημένα πάντα ἐν γνώσει τελείᾳ.

Περὶ τοῦ μίμου Σιλβανοῦ. Ἦν δέ τις νεώτερος Σιλβανὸς λεγόμενος, ᾧ ἐνετείλατο Παχώμιος ὁ πατὴρ ἡμῶν ἐντολὰς τὰς προσηκούσας πρὸ τοῦ εἰσαγαγεῖν αὐτὸν εἰς τὴν μονήν. Μετὰ δὲ ταῦτα ἀμελοῦντος αὐτοῦ καὶ πολλὰ γελῶντος, ἐκάλεσεν αὐτὸν λέγων· «Πῶς ἐνετειλάμην σοι τότε; Οὐκ οἶδας ὅτι μέγα ἐστὶ τὸ μοναχὸν γενέσθαι; Οὐ προείρηκά σοι πρὸ τῶν θυρῶν· Βλέπε σεαυτὸν μήπως οὐ δυνήσῃ μοναχὸς γενέσθαι· καὶ ὡμολόγησας ἐνώπιον τοῦ θεοῦ ὅτι γίνομαι; Καὶ νῦν διὰ τί οὐ προσέχεις σεαυτῷ, εἰ ἀληθῶς ἐπιθυμεῖς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ἀπέλυσας τὴν καρδίαν σου ἐν ἀδιαφορίᾳ; Ὅμως, ἐπειδὴ οὐ θέλεις εἰς φόβον τὴν κρίσιν τοῦ θεοῦ ἔχειν, ἔγειραι, ὕπαγε πρὸς τοὺς γονεῖς σου· μηκέτι μείνῃς ὧδε.» Ἀκούσας δὲ ὁ νεώτερος ἔκλαυσε μὴ θέλων ἀνακάμψαι εἰς τὸν κόσμον· καὶ ὡμολόγησε μετὰ πολλῆς παρακλήσεως γενέσθαι <ὡς> δεῖ μοναχός. Λοιπὸν οὖν μακροθυμήσας ὁ πατὴρ ἐπ’ αὐτῷ καλεῖ τινα μοναχὸν μέγαν Ψενάμμωνα λεγόμενον καὶ λέγει αὐτῷ, μὴ παρόντος τοῦ νέου· «Οἴδαμεν ὅτι ἐκοπίασας τῇ ἀσκήσει χρόνον ἱκανόν· ἀλλὰ διὰ τὸν θεὸν παραλαβὼν τοῦτον τὸν παῖδα σύμπασχε αὐτῷ κατὰ πάντα ἕως σωθῇ. Οἶδας γὰρ ὅτι ἐγὼ ἀσχολοῦμαι περὶ πολλοὺς τῶν ἀδελφῶν.» Ἔκτοτε οὖν ἦσαν ὁμοῦ ψιάθια ἐργαζόμενοι καὶ τὴν νηστείαν καὶ τὰς εὐχὰς πληροῦντες ὡς δεῖ.

Ὁ δὲ παῖς λαβὼν ἐντολὰς ἀκούειν τοῦ γέροντος ἤκουε καλῶς, μὴ ἐσθίων ἄχρι καὶ φύλλου λαχάνων χωρὶς αἰτήσεως. Ἐγένετο δὲ ταπεινόφρων μέγας καὶ πραΰς, μήτε τὸ στόμα ἀνοίγων μήτε ταχέως αἴρων τοὺς ὀφθαλμοὺς πρός τινα. Ἠσκεῖτο δὲ ἱκανῶς καὶ καθ’ ἑαυτὸν εἰς ἀγρυπνίαν προσεῖχεν, ὥστε μετὰ τὸ κορεσθῆναι δεήσεων καὶ καμεῖν μέσον τοῦ κελλίου καθῆσθαι καὶ πλέκειν τὴν νύκτα καὶ οὕτως τὴν χρείαν τοῦ ὕπνου πληροῦν. Ἵνα δὲ μὴ πολλὰ λέγωμεν, ἐγένετο ἄνθρωπος ζῶν. Καθημένων οὖν ἐν μιᾷ τῶν ἀδελφῶν, ἤρξατο λέγειν ὁ ἀββᾶς Παχώμιος· «Ἔστιν ἐν ἡμῖν ἄνθρωπος οἷον οὐκ εἶδον ἀφ’ οὗ γέγονα μοναχός. Ὥσπερ γὰρ ἔριον λευκὸν εἰ βαφείη ἐν πορφύρᾳ τιμίᾳ οὐκέτι τὴν βαφὴν ἀποβάλλεται, οὕτως ἡ ψυχὴ ἐκείνου τῷ ἁγίῳ βαφεῖσα πνεύματι δυσαπόβλητον ἔχει τὴν ἁγιότητα. Ὃς μετὰ τὸ ἀκοῦσαι τοσαύτην μαρτυρίαν καὶ γνῶναι ὅτι περὶ αὐτοῦ ἐστιν ὁ λόγος οὐ χαρήσεται· καὶ ψεγόμενος οὐ λυπηθήσεται· ἀλλ’ αὐτός ἐστιν ἀμετάβλητος.» Ἀποκρίνεται Θεόδωρος καὶ λέγει· «Πάτερ, δεῖξον ἡμῖν τοῦτον. Μὴ μείζων ἐστὶ Πετρωνίου καὶ Κορνηλίου;» Λέγει αὐτῷ· «Τί ἄλλους ὀνομάζεις; Σοῦ αὐτοῦ μείζων ἐστί. Κατὰ μὲν τὸν χρόνον καὶ τὴν ἄσκησιν καὶ τὴν γνῶσιν πατέρες αὐτοῦ ἐστέ, κατὰ δὲ τὴν βαθεῖαν ταπεινοφροσύνην καὶ τὸ καθαρὸν τοῦ συνειδότος μέγας ἐστίν.

Ὑμεῖς γὰρ δήσαντες τὸ πολεμοῦν ὑμᾶς θηρίον ὑπεθήκατε παρὰ τοῖς ποσὶν ὑμῶν· ἐὰν δὲ ἀμελήσητε, ἄνωθεν λυθὲν ἐπανίσταται ὑμῖν. Σιλβανὸς δὲ ἔσφαξεν αὐτό.» Καὶ ποιήσας οὕτως ἑπτὰ ἔτη ἐκοιμήθη. Καὶ ἐχάρη ἐπ’ αὐτῷ σφόδρα. Καθ’ ὅσον δὲ ἀλλήλων ἐζήλουν τὰ κατορθώματα, τοσοῦτον καὶ προέκοπτον, μάλιστα ὁρῶντες ἔμπροσθεν αὐτῶν δυνατὸν ὄντα τῷ πνεύματι τὸν μέγαν πατέρα, ἐν ᾧ ὁ Χριστός.

Θεόδωρος δέ, καθὼς προειρήκαμεν, ταχθεὶς ἦν παρακλήτωρ τῶν ἀδελφῶν μετ’ αὐτόν. Καὶ μετὰ ἑπτὰ ἔτη ἐγένετο αὐτῷ ἀγὼν μέγας παρὰ κυρίου εἰς δοκιμήν. Τοῦ γὰρ ἀββᾶ Παχωμίου κακουμένου, συναχθέντες οἱ ἀρχαῖοι πατέρες καὶ αἱ κεφαλαὶ τῶν μονῶν εἶπον τῷ Θεοδώρῳ· «Φοβούμεθα μήποτε τὸν πατέρα ἡμῶν ἐξαίφνης ὁ κύριος ἐπισκέψηται καὶ ταλαίπωροι γενηθῶμεν. Ἐπεὶ οὖν οὐδεὶς ἡμῶν ἐπίσταται πᾶσαν τὴν ἀναστροφὴν αὐτοῦ ὡς σύ, πεισθεὶς ὁμολόγησον ἡμῖν ὡς, εἰ τοῦτο γένηται, οὐ παραβλέψῃ ἡμᾶς τοῦ γενέσθαι διάδοχος αὐτοῦ, ἵνα μὴ σκορπισθῶσιν οἱ ἀδελφοί.» Πολλὰ δὲ παραιτησάμενος ὁ Θεόδωρος ἐπὶ τούτοις καὶ μὴ συγχωρηθείς, ὀχλούμενος ὑπ’ αὐτῶν ἔδωκεν αὐτοῖς λόγον. Καὶ λοιπὸν ὡς ἤκουσε τοῦτο Παχώμιος, οὐκ ἤρεσεν αὐτῷ. Καλέσας δὲ πάντας τοὺς ἡγουμένους τῶν μοναστηρίων, Σούρουν, Ψενταΐσην, Παφνούτιον, Κορνήλιον καὶ αὐτὸν Θεόδωρον, λέγει αὐτοῖς· «Εἰπάτω ἕκαστος ὑμῶν τὸ ὑστέρημα ἑαυτοῦ. Ἐγὼ τὸ ἐμὸν πρῶτος λέγω· Ἠμέλησα τοὺς ἀδελφοὺς ἐπισκέψασθαι καὶ παραμυθήσασθαι, ὅτι ἔξω ἤμην εἰς τὴν νῆσον ἡμέρας τοῦ ἐργάζεσθαι τὸν ἀγρὸν διὰ τὴν τροφὴν τῶν ἀδελφῶν· λιμὸς γὰρ ἦν τότε. Καὶ σύ, Θεόδωρε, εἰπὲ τὸ σόν.» Ὁ δὲ λέγει· «Ἐποίησα ἑπτὰ ἔτη ὑπὸ σὲ πεμπόμενος εἰς τὰς μονὰς ἐπισκέπτεσθαι καὶ διατάσσειν ὡς σὺ πάντα. Καὶ οὐδέποτε ἀνέβη ἐπὶ τὴν καρδίαν μου τοῦτο ὅτι μετ’ αὐτὸν ἐγώ εἰμι τῇ τάξει.

Νῦν δὲ ὀχλοῦμαι τούτῳ τῷ λογισμῷ· καὶ οὐκ ἠδυνήθην οὔπω νικῆσαι αὐτόν.» Λέγει αὐτῷ ὁ ἀββᾶς Παχώμιος· «Καλῶς· οὐκέτι ἔχεις ἐξουσίαν οὐδενός· ἀναχώρησον σεαυτῷ κατ’ ἰδίαν καὶ δεήθητι τοῦ θεοῦ ὅπως συγχωρήσῃ σοι.» Καὶ ταῦτα Θεόδωρος ἀκούσας ἀνέστη λυπούμενος σφόδρα καὶ ἀπῆλθεν εἰς κελλίον ἥσυχον πενθεῖν ἑαυτὸν μετὰ κλαυθμοῦ καὶ ὀδύνης πολλῆς, φοβούμενος μὴ ἀποστρέψῃ ὁ θεὸς τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ, ὅτι ἐλύπησε τὸν ἅγιον δοῦλον αὐτοῦ· εἶχε γὰρ αὐτὸν ὡς τέλειον καὶ ἀήττητον.

Ἐποίησεν οὖν ἐν τῇ ἐπιτιμίᾳ Θεόδωρος ἔτη δύο, τῶν μεγάλων αὐτὸν ἀδελφῶν παραμυθουμένων πολλάκις, ἐπειδὴ παρ’ αὐτοῖς οὐκ ἦν ἁμάρτημα τὸ γενόμενον, ἀλλὰ φρόνημα μόνον ἦν ὅτι «μετ’ αὐτὸν ἐγώ εἰμι»· θέλων δὲ αὐτὸν τέλειον καταστῆναι καὶ ἀφίλαρχον παντελῶς ὁ πατὴρ ἐπετίμησεν αὐτῷ.

Περὶ τοῦ μαργωνίου. Πρὸ δὲ τοῦ ἀναχωρῆσαι εἰς κελλίον εἶπεν αὐτῷ Θεόδωρος ὅτι «Ἐπειδὴ ἔχω τι ἀπαλλάξαι ἐν Μογχώσει, πέμψον με καὶ ταχέως ἔρχομαι.» Ἔπεμψεν οὖν αὐτόν· καὶ πορευόμενος ἔκλαιε λέγων· «Κύριε, ἆρα ἔτι μετάνοιαν ἔχω;» Καὶ φθάσας ἐν τῷ πορθμείῳ Χηνοβοσκίων ἐπέβη. Ἦσαν δὲ δύο γέροντες ἐν τῷ πλοίῳ μετ’ αὐτοῦ. Ὁ οὖν εἷς ἐξ αὐτῶν ἤρξατο ἐγκωμιάζειν Θεόδωρον λέγων τῷ ἄλλῳ· «Μακάριος οὗτος ὁ μοναχός.» Καὶ ὁ ἄλλος εἶπεν· «Τί τὸν ταλαίπωρον μακαρίζεις; Οὔπω ὅλως ἔφθασεν εἰς τὸ μέτρον τοῦ μαργωνίου.» Ὁ δὲ πάλιν ἔφη· «Τί ἐστι τὸ μέτρον τοῦ μαργωνίου;» Κἀκεῖνος ἤρξατο λέγειν· «Γεωργός τις ἦν σκληρὸς πάνυ καὶ δύσκολος. Σπάνιον γοῦν ἦν δυνηθῆναί τινα κἂν ὅλον ἐνιαυτὸν ποιῆσαι μετ’ αὐτοῦ. Ἐλθὼν δέ τις πρὸς αὐτὸν εἶπεν· “Ἐγὼ ἐργάζομαι μετὰ σοῦ.” Καὶ συμφωνίας αὐτοῖς γενομένης, τῇ ἡμέρᾳ τοῦ ποτίζειν λέγει ὁ γεωργός· “Ὑδραγωγήσωμεν νυκτὸς ποτίσαι τὸν ἀγρόν, ἀλλ’ οὐχ ἡμέρας.” Ἀποκρίνεται λέγων ὁ μισθωτός· “Σοφία ἐστὶ τοῦτο, ἵνα μή τις πίῃ μήτε κτῆνος μήτε ἄνθρωπος μήτε ἄλλο ἐκ τοῦ ὑδραγωγοῦ ἡμῶν.” Καὶ ὅτε ἔμελλον ἀροτριᾶν λέγει αὐτῷ· “Σπείρωμεν αὔλακα σίτου καὶ αὔλακα κριθῆς καὶ ἄλλην φακοῦ καὶ ἑτέραν ἄρακος καὶ τὰ λοιπὰ οὕτως.” Ὁ δὲ εἶπεν αὐτῷ· “Ἡ σύνεσις αὕτη μείζων τῆς πρώτης ἐστίν· ὁ γὰρ σπόρος ἡμῶν ὡραῖος εὑρίσκεται ἀπὸ ποικίλων ἀνθῶν.”

Καὶ ὅτε ὁ χόρτος γέγονε χωρὶς σπερμάτων, λέγει· “Ἄγωμεν· μέγα γὰρ εὑρίσκεται κέρδος τοῦ ἀχύρου· καὶ χλωρὸν ἔσται καὶ καλόν.” Καὶ μετὰ τὸ ἀλοῆσαι λέγει αὐτῷ· “Ἔνεγκε τὸ μαργώνιον, ἵνα μέτρῳ μεταφέρωμεν ἔσω τὸ ἄχυρον.” Καὶ ἀποκρίνεται· “Τοῦτο φρονιμώτερον τῶν πρώτων· τὸ γὰρ ἄχυρον συντηρεῖται.” Καὶ μετὰ τὸ δοκιμάσαι αὐτὸν ἐν πᾶσι τούτοις καὶ εὑρεῖν ὑπήκοον ἀδιάκριτον λέγει αὐτῷ· “Οὐκέτι μοι γίνῃ μισθωτός, ἀλλ’ υἱὸς καὶ κληρονόμος.” Τοιγαροῦν εἰ καὶ οὗτος μετρήσει τῷ μαργωνίῳ, δύναται τυχεῖν τοῦ μακαρισμοῦ.» Εἶτα λέγει ὁ ἄλλος γέρων· «Ἐπειδὴ τὴν παραβολὴν εἶπες, εἰπὲ καὶ τὴν σύγκρισιν.» Καὶ λέγει ἐκεῖνος· «Ὁ γεωργὸς ὁ θεός ἐστι· διὰ τοῦτο δὲ σκληρός, ἐπειδὴ σταυρὸν ἐντέλλεται βαστάζειν καὶ οὐ θέλημα καρδίας. Παχώμιος γὰρ ὁ τούτου πατήρ, ὑπακούσας αὐτῷ κατὰ πάντα, ἐγένετο εὐάρεστος ἐνώπιον αὐτοῦ. Εἰ δὲ καὶ οὗτος ὑπομείνῃ καθ’ ὁμοιότητα ἐκείνου, ἄρα ἔσται κληρονόμος.» Ὁ δὲ Θεόδωρος ἀκούων ταῦτα ἀπηνεοῦτο θαυμάζων τὰ λεγόμενα καὶ τοὺς λέγοντας. Καὶ τοῦ πλοίου ἐκβὰς οὐκέτι εἶδεν αὐτούς· ἦσαν γὰρ ἄγγελοι τοῦ θεοῦ οὕτως αὐτῷ φανέντες εἰς διόρθωσιν καὶ παραμυθίαν, καθὼς ἐμαρτύρει τοῦτο μετὰ ταῦτα ὁ θεῖος Παχώμιος. Τότε δὲ μέχρις οὗ ἔφθασεν εἰς τὴν μονὴν καὶ ἀνέκαμπτεν εἰς Παβαῦ, διελογίζετο τὰ ἀκουσθέντα καὶ παρεκλήθη Θεόδωρος ἱκανῶς.

Ἐλυπεῖτο δὲ οὐχ ὅτι ἐπετιμήθη, ἀλλ’ ὅτι λογισμὸν ὅλως τοιοῦτον ἐδέξατο, μάλιστα καὶ πολλάκις ἀκούσας τοῦ ἀββᾶ Παχωμίου λέγοντος ὅτι «Ὥσπερ νεκρὸς οὐ λέγει ἄλλοις νεκροῖς “Κεφαλὴ ὑμῶν εἰμι”, οὕτως οὐδέποτε ἐλογισάμην ὅτι πατήρ εἰμι τῶν ἀδελφῶν. Μόνος γὰρ αὐτός ἐστιν ὁ θεός.» Μετὰ ταῦτα Ζακχαῖός τις τῆς διακονίας τῶν ἀδελφῶν, ἄνθρωπος τοῦ θεοῦ, ἐξῃτήσατο Θεόδωρον παρὰ ἀββᾶ Παχωμίου ὅτι «Οἱ ὀφθαλμοὶ Θεοδώρου ἐβλάβησαν ἀπὸ τοῦ κλαίειν.

Θέλεις ἄρω αὐτὸν μετ’ ἐμοῦ ἐν τῷ πλοίῳ εἰς Ἀλεξάνδρειαν;» Λέγει· «Ἆρον.» Καὶ ἐν τῷ πλοίῳ καὶ πανταχοῦ ἦν οὖν ἐν τῷ ἀκολουθεῖν Ζακχαίῳ ὡς νεόφυτος χθὲς γενόμενος μοναχὸς ἐν ταπεινοφροσύνῃ πολλῇ καὶ πραΰτητι. Ὡμολόγησεν δὲ περὶ αὐτοῦ μετὰ τοῦτο λέγων ὁ ἀββᾶς Παχώμιος ὅτι ἐχαρίσατο αὐτῷ ὁ κύριος τὴν προκοπὴν αὐτοῦ τὴν προτέραν ἑπταπλασίονα.

Περὶ τῆς ὑπακοῆς τοῦ ἀββᾶ Παχωμίου. Ἦν δὲ καὶ αὐτὸς ὁ ἀββᾶς Παχώμιος ταπεινὸς ὑποτασσόμενος οἰκιακῷ πλέον πάντων. Καὶ τῇ ὥρᾳ τῆς κατηχήσεως ἵστατο μετὰ τῶν τῆς οἰκίας ἀδελφῶν ἀκούων. Καὶ τὰ λεβιτωνάρια αὐτοῦ εἰς τὸ κελλίον ἦν ὑπὸ τὴν ἐξουσίαν τοῦ οἰκιακοῦ. Καὶ ἁπαξαπλῶς οὐκ εἶχεν ἐξουσίαν ἑαυτῷ λαβεῖν παρὰ τοῦ οἰκονόμου χρείαν τινὰ τοῦ σώματος. Μεμνημένος γὰρ τῶν αἰωνίων βασάνων μᾶλλον εὐλαβεῖτο τοῦ μὴ καταξενωθῆναι τῆς ταπεινώσεως καὶ γλυκύτητος τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἐν μιᾷ δὲ τῶν ἀδελφῶν ἐξερχομένων τοῦ φαγεῖν καὶ λαμβανόντων τὸ λεγόμενον κορσελήνιον ἔμπροσθεν τῆς θύρας, τῶν ἐκεῖ ὡς ἔθος ἦν, ἦλθε καὶ αὐτὸς καὶ ἔλαβε τὸ μέρος αὐτοῦ. Ἀναχωροῦντι δὲ εἰς τὸν οἶκον ἠκολούθησεν αὐτῷ Θεόδωρος ὁ Ἀλεξανδρεύς, λαβὼν καὶ αὐτὸς ὁμοίως. Ἐλθόντων οὖν αὐτῶν οἴκοι καὶ καθημένων, ἠρώτησεν αὐτὸν ὁ πολιτικὸς Θεόδωρος λέγων· «Ἤκουσα περὶ Κορνηλίου ὅτι ἐγκρατής ἐστι σφόδρα, μὴ ἀφιεὶς ἐν τῇ συνάξει ὅλῃ μετεωρίζεσθαι αὐτοῦ τὴν διάνοιαν. Κἀγὼ ταύτῃ τῇ ὥρᾳ πειράσας μετὰ πολλῆς νήψεως μόλις ἐποίησα τρεῖς εὐχὰς κατέχων μου τὸν λογισμόν. Πῶς οὖν δύναμαι, λόγων θεοῦ ἀκούων καὶ εὐχόμενος, μὴ μετέωρον ἔχειν τὸν νοῦν;» Καὶ λέγει αὐτῷ διὰ παραβολῆς ὁ Παχώμιος· «Δοῦλός τις ὢν κατὰ σάρκα, ἐπὰν ἐλεύθερον ἴδῃ καίτοι πτωχὸν ὄντα, τῆς ἐλευθερίας ἐπιθυμεῖ καὶ αὐτός. Καὶ πτωχὸς πάλιν ἰδὼν ἄρχοντα βούλεται ἄρχων εἶναι· καὶ ἄρχων ἰδὼν βασιλέα τὸ βασιλεύειν ὁμοίως ὑπερασπάζεται.

Κορνήλιος οὖν πολλὰ ἀγωνισάμενος ἐκτήσατο τοῦτο παρὰ τῆς χάριτος τοῦ θεοῦ. Καὶ σὺ δὲ καμὼν ὁμοίως πίστευε· καὶ λήψῃ πρὸς τὴν ἀξίαν.»