Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Κοίμηση του αγίου Παχωμίου, διαδοχή, μοναχικοί κανόνες και επίλογος

Η τελευτή του αγίου, η ανάληψη της ηγεσίας από τον Πετρώνιο, οι λεπτομερείς κανονισμοί για τις συνάξεις, την τράπεζα και την εργασία, και η κατακλείδα του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 11 από 11

Ἐπιλείψει γάρ με πρὸς διήγησιν τῶν τοῦ μεγάλου θαυμασίων ὁ χρόνος, εἰ πάντα κατὰ μέρος ἀπαριθμεῖσθαι βουληθείην. Ἀλλ’ ἡμεῖς τὰ πλείω τούτων παρέντες πρὸς τῷ τῆς παρούσης ζωῆς αὐτοῦ τέλει καὶ τὸν λόγον συγκαταλύσωμεν.

Ἐπεὶ οὖν τὸν τῆς ἀναλύσεως καιρὸν ὁ μέγας τῷ πνεύματι ἐγγίζοντα προεώρα καὶ τὴν τῶν πολλῶν ἐκείνων κόπων καὶ ἱδρώτων ἀντάμειψιν, προσκαλεῖται τοὺς ὑπ’ αὐτῷ μονάζοντας πάντας. Καὶ τὴν τοῦ θείου πάσχα ἑορτὴν ἅμα τούτοις τετελεκὼς νόσῳ περιπίπτει, ἥτις τὸ μὲν σῶμα κατὰ μικρὸν ταῖς ὀδύναις κατεδαπάνα, τὴν δὲ ψυχὴν ἐπτέρου τῇ τῶν κρειττόνων ἐπιθυμίᾳ καὶ ἀπολαύσει.

Ὡς δὲ καὶ ἡ δεκάτη τοῦ μαΐου ἐπέστη ἡμέρα, συγκαλεῖται παμπληθεὶ πάντας καὶ φιλοστόργως αὐτοῖς διαλέγεται ταῦτα· «Ἐγὼ μέν, ἀδελφοὶ καὶ πατέρες, ὡς ἤδη ἐγνώσθη μοι, τὴν τῶν πατέρων μου ὁδὸν πορεύομαι. Ὑμεῖς δέ, ἐπὶ μνήμης ἔχοντες τὰς ἡμῶν παραδόσεις καὶ παραινέσεις, νήφετε ἐν πᾶσι, μηδεμίαν προσκοπὴν τοῖς ἀτελεστέροις παρέχοντες. Τοῖς δὲ τὰ Ὠριγένους φρονοῦσι καὶ τῶν λοιπῶν χριστομάχων μὴ κοινωνεῖτε. Οἴδατε γὰρ κἀμὲ πῶς ἐξ αὐτῶν ἀεὶ διεστελλόμην καὶ ὑμῖν τὸ αὐτὸ ποιεῖν ὑπετίθουν.

Τοιγαροῦν ἐκλέξασθε ἐξ ὑμῶν ἕνα τὸν δυνάμενον μετ’ ἐμὲ ποιμαίνειν καὶ ὁδηγεῖν ὑμᾶς. Ἐγὼ γὰρ εἰς τοῦτο δοκιμώτερον Πετρωνίου οὐχ ὁρῶ· ὑμέτερον δέ ἐστι τὸ συμφέρον ἐκλέξασθαι.» Πάντων δὲ συνθεμένων τὴν αὐτοῦ ἐκλογήν—καὶ γὰρ ἦν δυνατὸς τῇ πίστει, ταπεινὸς τῷ φρονήματι, ἀγαθὸς τοῖς τρόποις—, πέμψαντες ἄγουσιν αὐτὸν ἀπὸ τῆς τῶν Χηνοβοσκίων μονῆς, ἀρρωστίᾳ καὶ αὐτὸν κατεχόμενον. Καὶ μετὰ πάντων ἀγρυπνίαν τελέσας καὶ τοῦτον σφραγίσας καὶ ἐπευξάμενος παραδίδωσιν αὐτοῖς τοῦτον. Τρεῖς τὸ μεταξὺ παρῆλθον ἡμέραι, καὶ τὸ πνεῦμα χαίρων κυρίῳ παρέθετο, πρεσβύτης ὄντως καὶ πλήρης ἡμερῶν γενόμενος. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα δάκρυσιν οἱ μοναχοὶ πλύναντες ὑπὸ γῆν κατέθεντο ἐν τῇ τῶν Ταβεννησίων μονῇ.

Ὁ μέντοι Πετρώνιος, ἐπὶ ὀλίγας ἡμέρας ἐπιβιώσας, καὶ αὐτὸς ἀνεπαύσατο, διάδοχον αὐτοῦ καταλείψας Ὀρσίσιον, ἄνδρα θεοφιλῆ καὶ ἐνάρετον. Λέγεται δὲ περὶ τῆς τοῦ τρισμάκαρος μονῆς Ταβεννήσης, ἐν ᾗ καὶ ἐτέθη, ὅτι πλῆθος ἦν μοναστῶν ὡσεὶ χιλίων τετρακοσίων· ἐν δὲ τῇ λεγομένῃ Χηνοβοσκίᾳ τετρακόσιοι, τὸν αὐτὸν κανόνα καὶ τὴν αὐτὴν μετερχόμενοι πολιτείαν. Εἶχον δὲ καὶ διαφόρους ἐργασίας ὡς μὴ ἐξεῖναι τούτων τινὰ ἀργὸν διαμένειν. Οἱ μὲν γὰρ τούτων γράφειν ἀπεκληροῦντο, ἄλλοι τὰ τῶν ἀδελφῶν ῥάπτειν ἐνδύματα, ἕτεροι χαλκεύειν τὰ πρὸς τὴν χρείαν ἐργαλεῖα, ἄλλοι τεκτονεῖν. Καὶ οἱ μὲν τὰ τῶν ἀδελφῶν ἔκναφον ἱμάτια, οἱ δὲ ἐσκυτοτόμουν, ἄλλοι περὶ τὴν τῶν λαχάνων ἐπιμέλειαν ἠσχολοῦντο, ἕτεροι δὲ περὶ τὴν τῶν φυτῶν ἀρδείαν. Ἦσαν δὲ ἐξ αὐτῶν καὶ ἀροτῆρες πλεῖστοι καὶ καμηλάριοι. Ὅσοι δὲ τῶν ἀσθενεστέρων ἦσαν, οἱ μὲν πλέκειν τὰ μαλάκια ἐδιδάσκοντο, οἱ δὲ τὰς λεγομένας σπυρίδας, ἕτεροι τὸ τὰς ψιάνθους ὑφαίνειν, καὶ ἄλλοι τὸ ἀποσχίζειν τὰ θρύα. Καὶ οἱ μὲν περὶ τὸ μαγειρεῖον, οἱ δὲ περὶ τὸ ἀρτοποιεῖον καὶ τὰς τῶν ἀδελφῶν τραπέζας ἐπόνουν· καὶ ἁπλῶς εἰπεῖν, οὐδεὶς ἦν τούτων ὃς μὴ τῇ ἐργασίᾳ προσέκειτο. Ἀλλὰ καὶ γυναικῶν σεμνεῖα διάφορα ἐν Ταβεννήσῃ κατεστήσατο πέρα τοῦ ποταμοῦ, ἔχοντα ὡσεὶ τετρακοσίων μοναζουσῶν ἀριθμόν, τὴν αὐτὴν διαγωγὴν καὶ τὰς αὐτὰς φυλασσόντων νομοθεσίας.

Ἄξιον δὲ καὶ περὶ τῶν θείων αὐτοῦ ἐπιμνησθῆναι νομοθεσιῶν. Ἔχουσι γὰρ οὕτως. Πρὸ πάντων, ἀδελφοί, ἐν ταῖς συνάξεσι τῇ τοῦ κρούσματος ἠχῇ συγκαλοῦντος ἡμᾶς πρὸς δοξολογίαν καὶ αἶνον θεοῦ, χρὴ ὑμᾶς ἀπιόντας μελετᾶν καθ’ ἑαυτοὺς καὶ προσεύχεσθαι ἕως αὐτῶν τῶν προθύρων. Ἐν δὲ ταῖς θείαις ὑμνολογίαις μηδεὶς περιβλεπέτω πρὸς τὸν ἕτερον ἢ ὁμιλείτω ἢ γελοιαζέτω.

Ὁ δὲ ἀπονυστάζων ἐν ταύταις ἢ ἀπολιμπανόμενος ἄνευ εὐλόγου αἰτίας ἀσιτείτω δι’ ὅλης ἡμέρας. Ὁ δὲ διὰ ῥαθυμίας ἀποστερῶν ἑαυτὸν τῶν συνάξεων ἱστάσθω μέσον τῆς ἐκκλησίας ἕως συμπληρώσεως τούτων. Ὁ δὲ ἄνευ εὐλόγου αἰτίας ὑπαναχωρῶν τῆς συνάξεως ἢ μὴ παραμένων τὴν τελευταίαν εὐχὴν ἐπιτιμάσθω ἕως διορθώσηται τοῦτο. Ἀλλὰ μηδὲ μετὰ τὴν συμπλήρωσιν τούτων ὁμιλείτω τις μετά τινος, ἀλλ’ εὐθὺς μετὰ τὴν ἀπόλυσιν οἰχέσθω ἕκαστος εἰς τὴν ἰδίαν κέλλαν μελετῶν καθ’ ἑαυτὸν καὶ εὐχόμενος· εἶτα πρὸς τὴν ἰδίαν ἕκαστος ἐξιέτω διακονίαν μελετῶν καθ’ ἑαυτὸν καὶ ἐργαζόμενος. Καλούμενος δὲ εἰς τὸ ἀριστῆσαι ὀφείλει ἕκαστος κοσμεῖν ἑαυτὸν ὥσπερ καὶ ἐν ἐκκλησίᾳ. Ἐσθίοντες δὲ ὀφείλετε ἐπὶ κεφαλῆς ἔχειν τὰς περικεφαλαίας τοῦ σωτηρίου ἐνδύματος. Μηδεὶς δὲ ἐσθίων περιβλεπέτω πρὸς τὸν ἕτερον ἢ ἐκτεινέτω τὴν χεῖρα προπετῶς εἰς τὴν παροψίδα πρὸ τοῦ μειζοτέρου αὐτοῦ. Ἀλλὰ μηδὲ ὁμιλείτω ἐν ταύτῃ ἢ γελοιαζέτω· ὁ γὰρ ἐν τούτοις ἑαλωκὼς ἐπιτιμάσθω ἢ ἐξεούσθω τῆς τραπέζης. Μηδεὶς τοίνυν ἄνευ μαφορίου ἐσθιέτω ἢ ἐργαζέσθω. Ὁ δὲ ὑστερῶν ἑαυτὸν τῆς εὐχῆς τοῦ ἀρίστου ἢ τοῦ στίχου ἀσιτείτω ἕως ἑσπέρας. Εἰ δὲ καὶ ἐν χρείᾳ τις γένηται ἐπὶ τραπέζης τινός, ὀφείλει διὰ νεύματος δηλοῦν τοῦτο. Ἐξιόντων δὲ μετὰ τὴν μετάληψιν, ὀφείλει ἕκαστος ἀναχωρεῖν ἐν τῇ ἰδίᾳ κέλλῃ καθ’ ἑαυτὸν μελετῶν ἢ εὐχόμενος.

Μηδεὶς εἰς διακονίαν μονώτατος ἐξιέτω ἢ ἀποστελλέσθω, ἀλλὰ μετὰ ἑτέρου μειζοτέρου αὐτοῦ συνοδευέτω διὰ τὰς τοῦ πονηροῦ παγίδας.

Μηδεὶς εἰς ἐργασίαν καλούμενος προφασιζέτω προφάσεις ἀκαίρους ἢ συνεργαζόμενος λαλείτω μετὰ ἑτέρου, ἀλλὰ μελετάτωσαν καθ’ ἑαυτούς. Μηδεὶς χωρὶς τοῦ ἐπιμελητοῦ τῶν λαχάνων ἢ τῶν σταφυλῶν ἢ τῶν ὀπωρῶν λαμβανέτω ἕως καὶ μικροῦ· μηδὲ πρὸ τοῦ εὐλογηθῆναι παρὰ τοῦ πατρὸς ἐσθιέτω ἐξ αὐτῶν τις. Εἰ δὲ καὶ καθ’ ὁδὸν εὕρῃ τις ἐξ αὐτῶν ῥιφὲν ἀπὸ τοῦ δένδρου, μὴ λαμβανέτω τοῦτο, ἀλλὰ τιθέτω ὑπὸ τὴν ῥίζαν, ἵνα ὁ ἐπιτετραμμένος ἐπισυνάγειν αὐτὰ εὑρὼν ἀποκομίσῃ ἐν τῇ τραπέζῃ εἰς τὸ διανεμηθῆναι ταῦτα τοῖς ἀδελφοῖς. Εἰ δὲ καὶ πλανηθῇ τις λαβεῖν ἐξ αὐτῶν ἐκτός, ὡς εἴρηται, τῆς τραπέζης, ἐπιτιμάσθω μὴ μεταλαβεῖν ἐξ αὐτοῦ τοῦ καρποῦ παρ’ ὅλον τὸν ἐνιαυτὸν ἐκεῖνον. Μηδεὶς οὖν κτάσθω ἕως καὶ μικροῦ ἄνευ τῆς τοῦ πατρὸς προτροπῆς χωρὶς τῶν διδομένων κοινῶς, μηδὲ ἑτέρου διδόντος λαμβανέτω χωρὶς τῆς τούτου προτροπῆς.

Μηδεὶς ἐξιέτω τῆς μονῆς ἄνευ τῆς τοῦ πατρὸς γνώμης ἢ τοῦ τὰ δεύτερα ἐπιφέροντος· μηδὲ ὑποστρέφων εἰσίτω εἰς τὴν ἰδίαν κέλλαν πρὶν ἂν ἀπολογήσηται τῷ πατρὶ ἢ τῷ πέμψαντι αὐτόν. Μηδεὶς ὑπνείτω ἐκτὸς τῆς ἑαυτοῦ στρωμνῆς ἢ ἕτερον προσδεχέσθω συγκαθευδῆσαι αὐτῷ. Μηδεὶς συνδυαζέτω μετὰ ἑτέρου· μηδὲ λαλείτω μετά τινος ἐν σκοτίᾳ ἢ ἐν παραβύστῳ, ἀλλ’ εἰς τοὐμφανές. Μηδεὶς κειρέσθω τὴν κεφαλὴν εὐχῆς ἄνευ τῆς τοῦ πατρός, ἢ ἕτερον κειρέτω.

Μηδεὶς παρακαταθήκην λαμβανέτω παρά τινος ἄνευ τῆς τοῦ προεστῶτος προτροπῆς, μέχρι καὶ αὐτοῦ τοῦ ἰδίου ἀδελφοῦ. Μηδεὶς ἐν τῷ ἀρτοποιείῳ φυρόντων τῶν ἀδελφῶν τὸ ἄλευρον ἀργολογείτω· ἀλλὰ μελετάτωσαν ψαλμοὺς μέχρι συμπληρώσεως τούτου· ἐὰν δὲ καὶ χρεία γένηταί τινος, σημειούσθω τοῦτο διὰ νεύματος ἢ κρούσματος. Μηδεὶς τῶν διακονούντων ἢ ἐξιόντων λόγον ψευδῆ ἢ ἀργὸν εἰσαγέτω ἐν τῇ μονῇ ἢ πρὸς ἕτερον ὁμιλείτω. Μηδεὶς ἐπιτασσόμενος ἀνηκοείτω ἢ σκληρὰν προσφερέτω ἀπόκρισιν.

Μηδεὶς καταλαλείτω τὸν ἕτερον ἢ ἄλλου καταλαλοῦντος ἀκούειν ἀνεχέσθω. Μηδεὶς προσκαλούμενος ἀντιλογείτω, ταράσσων καὶ διεγείρων τοὺς ἀδελφοὺς πρὸς παροξυσμόν· ὁ γὰρ εὑρισκόμενος ἐν τούτοις ἐπιτιμάσθω· εἰ δὲ καὶ πρὸς τὸ ἑξῆς ἀδιόρθωτος μένει, καὶ ἀφοριζέσθω, ἵνα μὴ καὶ ἑτέρων ἀπωλείας πρόξενος γένηται.

Μηδεὶς τὸ τοῦ πέλας ἥττημα ἐκφαυλιζέτω πρὸς ἐξουδένωσιν τούτου· μηδὲ πάλιν συγκαλυπτέτω πρὸς ὄλεθρον τοῦ ἀδελφοῦ, ἀλλὰ θαρρείτω μόνῳ τῷ πατρὶ πρὸς διόρθωσιν τούτου. Αὗται αἱ νομοθεσίαι αἱ παρὰ τοῦ θείου ἀγγέλου τῷ τρισμακαρίστῳ τούτῳ ἐγγράφως παραδοθεῖσαι· ἃς καὶ αὐτὸς παραφυλάττειν πάντας ἐγγράφως παρεδίδου καὶ προετρέπετο.

Οὗτος ὁ βίος τοῦ τρισολβίου, τοιαῦτα τὰ κατορθώματα καὶ τὰ κατὰ τῶν δαιμόνων ἀριστεύματα εἰς δόξαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τῆς μιᾶς καὶ ἀδιαιρέτου τριάδος· ᾗ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.