Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ ἁγίου Παχωμίου

Παχώμιος ὁ Μέγας

Ασκητική μαθητεία υπό τον αββά Παλάμωνα και εγκατάσταση στο Ταβεννήσιο

Η υποταγή στον αναχωρητή Παλάμωνα, η αυστηρή άσκηση, η παράδοση του μοναχικού κανόνα από άγγελο και η κοίμηση του Παλάμωνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 11

Ἐν μιᾷ δὲ τῶν νυκτῶν ἔδοξεν ὁρᾶν δρόσον ἐξ οὐρανοῦ κατερχομένην καὶ πληροῦσαν αὐτοῦ τὴν δεξιάν, ἣ καὶ εἰς μέλιτος ἀπετελεῖτο παχύτηταν· ἤκουε δὲ καὶ φωνῆς ἄνωθεν πρὸς αὐτὸν λεγούσης· «Σύνες τὸ γεγονός· ἔσται γάρ σοι τοῦτο ἱκανὸν ὑπόδειγμα τῆς παρασχεθείσης σοι πρὸς θεὸν χάριτος.» Διυπνισθεὶς οὖν ὁ Παχώμιος καὶ μεστὴν ἡδονῆς τὴν ψυχὴν εὑρὼν ἐπὶ πλέον ἐξεκαύθη τῷ πρὸς Χριστὸν ἔρωτι. Καὶ πρὸς τὸν θεῖον ἀφικνεῖται Παλάμωνα· ἦν γὰρ εἰς ἓν τῶν παρακειμένων ὀρέων τῇ ἡσυχίᾳ προσκείμενος καὶ θεῷ κατὰ μόνας προσγινόμενος. Τούτου τῇ ἐντυχίᾳ ὁ μέγας ἁλούς—καὶ γὰρ ἡ ἀρετὴ τὸν ἄνδρα πανταχοῦ ἀνεκήρυττεν—, φθάσας οὖν τὴν ἑαυτοῦ κέλλαν θυροκρουστεῖν ἐπεχείρει· ὁ δὲ μικρὸν τοῦ δοματίου προκύψας διηρώτα τίς τε εἴη καὶ ὅθεν ἥκοι καὶ τί ἆρα ζητῶν παραγένοιτο. Ἦν γὰρ ἐκ τῆς ἄγαν μονώσεως ἀπεξεσμένον ἔχων τὸ ἦθος ὁ γέρων. Πρὸς ὃν ὁ Παχώμιος· «Ὁ θεός, φησί, ὁ πάντα ἄνθρωπον σωθῆναι βουλόμενος, κἀμὲ τὴν ἔρημον ταύτην οἰκῆσαι εὐδόκησε καὶ παρὰ σοῦ τὰ σωτήρια μυηθῆναι.» Ὁ δὲ γέρων· «Μέγα μέν, ὦ τέκνον, ἔφη, τὸ τῆς ἡσυχίας καὶ ἀναχωρήσεως ἔργον καὶ πολλοῦ καμάτου δεόμενον. Διὸ καὶ πολλοί, τὰ ἐνταῦθα καταλαβόντες καὶ συνοικῆσαι σπεύδοντες, ὑπέστρεψαν ὀκλάσαντες ὅθεν ἐξῆλθον.»

Ὁ οὖν Παχώμιος, θερμὸν καὶ οἷον ἀπὸ καρδίας στενάξας· «Δέομαι τοιγαροῦν, ὦ πάτερ, μηδεμίαν ὑπέρθεσιν τοῦ θεοῦ ἕνεκα τῷ πράγματι δίδου μηδὲ οἴου με ἀπαγορεύειν τῆς τοιαύτης ἀσκήσεως τὸ ἐργῶδες. Οὐδὲ γὰρ πάντων αἱ γνῶμαι, ὡς αὐτὸς οἶσθα, αἱ αὐταί· οὐδὲ τῆς αὐτῆς παρασκευῆς καὶ καρτερίας πάντες τυγχάνουσι. Ἐμοὶ γὰρ ὁ περὶ ταύτης ἔρως καὶ ἡ τῶν προσδοκωμένων ἀγαθῶν ἀπόλαυσις ἄπονον καὶ διωμαλισμένην τὴν τραχεῖαν ταύτην ὁδὸν καὶ ἐπίπονον τιθέασι. Καὶ πάντως ὁ χρόνος ἀποδείξειεν οὐκ ἐπίμονον καὶ διαρκῆ πρὸς τὰ παρὰ σοῦ ἐπιταττόμενα μόνον, ἀλλὰ καὶ πρόθυμον λίαν καὶ θερμὸν πρὸς κακοπάθειαν.» Ὁ δέ, τὴν τοῦ ἀνδρὸς ὑπερφυῆ προθυμίαν καταπλαγείς, ἅμα δὲ καὶ τοῖς διορατικοῖς αὐτοῦ ὄμμασι θεῖον εἶναι τὸ διαθερμαῖνον αὐτοῦ τὴν ψυχὴν κατοπτεύσας, δέχεται τοῦτον καὶ τὴν κεφαλὴν ἀποκείρει καὶ τὰ τῶν ἐρημιτῶν ἐπενδύει τὸν πολλοὺς ὕστερον τὸ μοναχικὸν ἐπενδύειν μέλλοντα σχῆμα καὶ πρὸς τὴν σωτήριον τρίβον καθοδηγεῖν. Διῆγον οὖν ἀμφότεροι ἐπὶ τὸ αὐτὸ ἀσκούμενοι, τρίχας νήθοντες καὶ σάκκους ὑφαίνοντες οὐ τροφῆς ἕνεκα ἢ συλλογῆς χρημάτων, ἀλλ’ εἰς χρείαν τῶν ἐνδεῶς ἐχόντων. Ἡ δὲ τροφὴ αὐτῶν ἦν ἄρτος κατεσκληκὼς καὶ ὕδωρ τὸ ποτόν, καὶ ταῦτα οὐκ εἰς κόρον. Ἐλαίου δὲ ἢ οἴνου ἢ ὀπωρῶν οὐδαμῶς ἐχρῶντο.

Ἠγρύπνουν δὲ τὸ ἥμισυ τῆς νυκτός, ἔστιν ὅτε καὶ ὅλην τὴν νύκταν. Εἰ δέ ποτε βαρυνόμενον ὑπὸ τοῦ ὕπνου ἑώρα τὸν Παχώμιον, ἐξερχόμενος σὺν αὐτῷ τὴν παρακειμένην ἅμμον εἰς σπυρίδας βάλλων μεταφέρειν ἐποίει ἀπὸ τοῦδε εἰς τόδε, διεγείρων αὐτὸν καὶ νήφειν παρασκευάζων.

Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, τῇ λαμπρᾷ καὶ ἀναστασίμῳ τοῦ πάσχα ἑορτῇ, πεῖραν αὐτοῦ ὥσπερ ποιούμενος ὁ Παλάμων· «Ἀδελφέ, ἔφη, Παχώμιε, ἐπειδὴ πᾶς χριστιανὸς ἑορτὴν εὐφρόσυνον ἄγει σήμερον, ἑτοίμασον καὶ ἡμῖν τὰ πρὸς τὴν χρείαν δαψιλέστερον.» Ὁ δὲ ἄσμενος τὸ ἐπίταγμα δεξάμενος, λαβὼν ἔλαιον ἐπέχεεν εἰς τὸ τετριμμένον ἅλας καὶ εἰς τὸ ἑψητὸν ἐκεῖνο ἄγριον λάχανον.

Ὡς δὲ πάντα τὰ πρὸς ἑστίασιν εὐτρεπίσας ἦν, ἐκάλει τὸν μέγαν. Εὐχαριστήσαντες οὖν κατὰ τὸ εἰωθὸς τῷ θεῷ καὶ τροφῆς μετασχεῖν ἐπανακλιθέντες, ὁρᾷ ὁ Παλάμων ἐν τῷ ἅλατι ἔλαιον, ὅπερ ἦν ἀσύνηθες· καὶ κόψας αὐτοῦ τὸ πρόσωπον ἔφη· «Οἴμοι ὁπόσα καὶ ἡλίκα πέπονθεν ὁ κύριος καὶ θεός μου ἵνα με τὸν πλανηθέντα ἀνασώσῃ καὶ τοῦ θανάτου ἐλευθερώσῃ; Κἀγὼ μηδεμίαν ἀνάλογον τῆς τοιαύτης εὐεργεσίας εἰσενεγκὼν κακοπάθειαν, γαστρὸς ἥττων ὀφθήσομαι καὶ τροφῆς μετάσχω, μηδὲν εἰς ἡδονὴν τῆς τῶν πλουσίων τραπέζης ἀποδεούσης;» Πρὸς τοῦτο τοῦ Παχωμίου λίαν δυσχεράναντος καὶ λιπαροῦντος μικρόν τι ἀπογεύσασθαι τῶν παρακειμένων διὰ τὸ τῆς ἡμέρας χάριεν, ἐκεῖνος τὴν συνήθη καὶ αὖθις ἐπιτεθῆναι βρῶσιν παρεκελεύετο· τοσαύτῃ γὰρ ἐχρῶντο σπουδῇ οἱ μακαριστοὶ ὡς τρυφὴν μὲν ἡγεῖσθαι τὴν ἐγκράτειαν, πλοῦτον δὲ τὴν ἀκτημοσύνην.

Ὡς οὖν οὗτοι ἐν ὑλικοῖς σώμασι τὴν τῶν ἀσωμάτων ἐπεδείκνυντο πολιτείαν, ἐφίσταται ἐν μιᾷ μοναχός τις, κλινούσης ἤδη τῆς ἡμέρας μεῖναι παρ’ αὐτοῖς ἐξαιτούμενος. Καὶ δὴ μείνας, ὀρθριώτερον ἀναστάντες οὗτοι τὴν συνήθη ἐπετέλουν ἀγρυπνίαν· εἶτα πυρὰν ἀνάψαντες διεθερμαίνοντο· ψῦχος γὰρ ἦν. Ὁ δὲ τοῦ ἀνθρωπείου γένους ἀντίπαλος, εἰδὼς ὁποῖον εἰς ἀπώλειαν τὸ τῆς ὑπερηφανίας πάθος, ὥσπερ ποτὲ τὸν ὄφιν οὕτω τὸν μοναχὸν ὡς ὀργάνῳ χρησάμενος ὑποσυλήσειν ἐπειρᾶτο τὸν μέγαν. Καί φησι πρὸς αὐτόν· «Εἰ οὖν πίστιν αὐτάρκη καὶ πρὸς θεὸν παρρησίαν, ὦ πάτερ, εἴληφας, ἐγερθεὶς στῆθι ἐπὶ τῶν ἀνθράκων, ἕως οὗ κατὰ λέξιν τὴν δεσποτικὴν φαίημεν εὐχήν.» Συνεὶς οὖν τούτου τὸ ὑπερήφανον ὁ θεῖος Παλάμων ἐπετίμα αὐτῷ λέγων· «Παῦσαι τῆς τοιαύτης ἀπονοίας, ἀδελφέ, μὴ καὶ πονήρως τὴν ζωὴν καταλύσῃς.» Ὁ δέ, ἅμα τῷ λόγῳ ταῖς τοῦ πονηροῦ ὑποθήκαις ἐπερειδόμενος, εἰσπηδήσας ἔστη ἐπάνω τῶν ἀνθράκων· ἑώρα γὰρ ὁ μέγας ἐνεργουμένην εἰς αὐτὸν τὴν τοῦ πονηροῦ ἀπάτην· διὸ καὶ παρεκάλει ἀποστῆναι τῶν τοιούτων.

Ἀλλ’ ἐκεῖνος οὐ μόνον ἐπὶ τούτοις οὐ μετεμέλετο, ἀλλὰ καὶ ἐξουδενεῖν ἐπεχείρει τούτων τὴν ἄσκησιν. Τοιαῦτα ἐκεῖνος διωμιληκὼς ἀπῄει ἀλαζονευόμενος. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ ἐχθρὸς καὶ ἐκδικητής, οἷα δὴ πονηρός, σχηματισθεὶς εἰς γυναῖκα λαμπρὰ περιβεβλημένην καὶ ἐπιτρίμμασι ἐξωραϊσμένην, πρόσεισι ἔνθα ἦν ἡσυχάζων ὁ ἀλαζὼν ἐκεῖνος καὶ στὰς ἔξωθεν οἰκτρὰς ἠφίει φωνάς· «Ἐλέησόν με, δοῦλε θεοῦ, καὶ ὄρεξόν μοι χεῖρα, δεινῶς ὑπὸ δανειστῶν ὀχλουμένην καὶ διὰ τοῦτο τῆς πόλεως ἐξιοῦσαν καὶ ἐν ἐρήμοις ἀβάτοις περινοστοῦσαν, ἵνα μὴ ὑπ’ αὐτῶν ἁλῶ. Δέξαι οὖν με καὶ διατήρησον ἀπαθῆ· καὶ πάντως οὐκ ἄμισθά σοι τὰ τῆς ξενίας ἔστωσαν.» Τοιαῦτα τοῦ πονηροῦ ἐν προσχήματι ἐλεεινολογουμένου, ἐκεῖνος, πεπωρωμένην ἔχων τὴν καρδίαν καὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τυφλώττοντας, οὐ συνῆκε τὸ δρᾶμα. Διὸ ἀνοίξας εἰσάγει αὐτήν· καὶ δεξιωσάμενος κατεῖχεν ἔνδον. Εἶτα ἤρξατο ἐπισπείρειν ἐν αὐτῷ λογισμοὺς πονηροὺς καὶ ἐπιθυμίας ἀπρεπεῖς. Καὶ δὴ ἡττηθεὶς προέθετο ἁμαρτῆσαι. Ὡς δὲ πλησίον αὐτῆς ἐγένετο, καταράσσει τοῦτον ἐπὶ γῆς καὶ ἀφίησι τρίζοντα τοὺς ὀδόντας καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀποπτύοντα.

Εἰς ἑαυτὸν οὖν κατὰ μικρὸν γενόμενος καὶ τὴν συνείδησιν ὥσπερ τινὰ κατήγορον νύσσουσαν σφοδρῶς εὑρὼν πρὸς τὸν μέγαν ἀποτρέχει Παλάμωνα· καὶ τὸ γεγονὸς ὡς εἶχε μετὰ δακρύων ἀνακαλύπτει· «Συγχώρησόν μοι, δοῦλε, λέγων, τοῦ ὄντως φιλανθρώπου θεοῦ, φεῦ δεινῶς αἰχμαλωτισθέντι ὑπὸ τοῦ ἀπατεῶνος ἐχθροῦ καὶ τὴν ψυχὴν αἰσχρῶς μολύναντι· καὶ βοήθησόν μοι κινδυνεύοντι.» Ὁ δὲ θεῖος Παλάμων, τοιαῦτα ἀπ’ ὀλοφύροντος ἀκούων, οἰκτείρει τοῦτον καὶ παραστήσας ἔφη· «Παῦσαι τὸ ἑξῆς τῆς τοιαύτης ἀπονοίας, ἀδελφέ, καὶ ἔχε σεαυτὸν ὑποκάτω πάντων· καὶ φεύξεται ἀπὸ σοῦ πᾶσα ἐνέργεια τοῦ ἐχθροῦ. Οὐδὲν γὰρ οὕτως εἴωθε καταβάλλειν αὐτὸν ὡς ἡ ταπείνωσις καὶ ἡ πρὸς θεὸν ἐξομολόγησις.» Τοιαύταις οὖν διδασκαλίαις τοῦτον ὑποθήξας ὁ γέρων ἀπέλυσεν ἐν εἰρήνῃ. Αὐτὸς δέ, ἔτι ὑπὸ τοῦ πονηροῦ κλεπτόμενος καὶ δελεαζόμενος, ἐν μιᾷ ἔξεισι τῆς ἰδίας κέλλης ἐξεστηκὼς καὶ μανίας πλήρης· καὶ διὰ τοῦ ὄρους σφοδρῶς ἐλαυνόμενος φθάνει ἐπί τινα πόλιν Πάνην καλουμένην· καὶ εἰς ἓν τῶν ταύτης βαλανείων γεγονώς, εἰσπηδήσας ἐμβάλλει ἑαυτὸν εἰς τὴν τούτου κάμινον, οἰόμενος εἰσέτι διατηρεῖσθαι ἄφλεκτος· ὁ δὲ καταφλεχθεὶς ἀπώλετο. Ὡς δὲ εἰς ὦτα τοῦ θείου Παλάμωνος τὸ γεγονὸς ἧκε, στενάξας εἶπε πρὸς τὸν Παχώμιον· «Ὁρᾷς, ἀδελφέ, οἷα τὰ τῆς ἀλαζονείας καὶ τῆς πονηρᾶς οἰήσεως τὰ ἐπίχειρα;

Διὸ πάσῃ φυλακῇ σπεῦδε τηρεῖν σεαυτὸν ἐκ τούτων, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» Ταῦτα ὁρῶν καὶ ἀκούων ὁ Παχώμιος ἔτι μᾶλλον προσετίθει πόνοις πόνους καὶ ταλαιπωρίαις ταλαιπωρίας, ὥστε θαυμάζειν τὸν θεῖον Παλάμωνα τὴν σύντονον αὐτοῦ ἄσκησιν καὶ τὴν τῶν θείων γραφῶν ἀκρίβειαν, ὅτι οὐχ ὡς ἔτυχεν μετῄει ταύτας, ἀλλὰ πᾶσαν ἐπιμέλειαν ἐποιεῖτο ἐφικνεῖσθαι πρὸς τὰ βάθη τῶν νοημάτων.

Ἦν γὰρ καὶ ἐν τοῖς καμάτοις φερέπονος ὡς οὐκ ἄλλος τις. Πολλάκις γὰρ εἰς συλλογὴν ξύλων πεμπόμενος ταῖς ἐκ τῶν σκολόπων ἀκίσι βαλλόμενος τοὺς πόδας πονήρως ἔπασχε καὶ πυρετοῖς λάβροις συνείχετο· ἀλλ’ ἡ πρὸς θεὸν αὐτοῦ ἐλπὶς καὶ ἡ πρὸς τὸν μέγαν πίστις οὐκ εἴα τοῦτον πρὸς ταῦτα ῥάθυμον βλέψαι ἢ ἥττον<α> τῶν συμπιπτόντων ἀνιαρῶν ὀφθῆναι· ᾔδειν γὰρ ἀκριβῶς ὁποῖος ἐκ τούτων τῇ ψυχῇ κουφισμὸς περιγίνεται.

Οὕτω τοίνυν ἀπροσκόπως αὐτοῦ ἀσκουμένου καὶ πᾶσαν ἀρετῆς ἰδέαν μετιόντος, θερμὸν ὁ τῆς ἡσυχίας ἀνέφλεγεν ἔρως καὶ ἡ ἐπ’ ἐρημίας κατὰ μόνας οἴκησις· ἤχθετο δὲ πάλιν τὴν τοῦ πατρὸς διάστασιν καὶ βαρέως αὐτὴν ἐπένθει. Ἀμέλει καὶ προσελθὼν ἐδεῖτο σφοδρῶς ἀπολυθῆναι καὶ τὴν κατὰ μόνας διαγωγὴν παρ’ αὐτοῦ ἐκδιδαχθῆναι. Ὁ οὖν θεῖος Παλάμων, εἰδὼς ὁποῖος πρὸς ἀρετῆς ἀνάβασιν ὁ Παχώμιος, ἐκπέμπει εἰς ἣν ἐκ πολλοῦ ὤδινεν ἐρημίαν, στηρίξας αὐτὸν ταῖς παραινέσεσι καὶ παρακαλέσας γενναίως φέρειν τὰς ἐκ τῶν πονηρῶν τρώσεις. Περιπολήσας οὖν τὰ πρὸς ἕω ἐκείνης τῆς ἐρήμου ἔρχεται πρός τινα κώμην ἄοικον πάνυ, Ταβεννησίαν οὕτω καλουμένην, ἡμερησίας ὁδὸν ἀπέχουσαν τῆς τοῦ γέροντος κέλλης. Στὰς δὲ κατὰ ἀνατολὰς προσηύξατο ἐπὶ πολύ· καὶ δὴ ἀκούει φωνῆς ἄνωθεν λεγούσης· «Μεῖνον ἐνταῦθα, Παχώμιε, καὶ ἐλεύσονται πρὸς σὲ πλεῖστοι, οὓς ὁδηγήσεις κατὰ τὸν μέλλοντα δοθήσεσθαί σοι τύπον.» Καὶ ἅμα τῇ φωνῇ ἐπιφαίνεται αὐτῷ ἄγγελος κυρίου τόμον τῇ χειρὶ κατέχων· καί φησι πρὸς αὐτόν· «Ἰδοὺ πᾶσα ἡ νομοθεσία τῆς μοναδικῆς πολιτείας, καὶ ἡ τοῦ σχήματος περιβολὴ ἐνταῦθα περιείληπται.

Καὶ δεῖ σε τῆς τοιαύτης νομοθεσίας μηδὲ πρὸς βραχὺ καταραθυμῆσαι.» Ταῦτα εἰπὼν ἐγχειρίζει αὐτῷ τὸν τόμον, ἀφανὴς γενόμενος. Ὁ δὲ Παχώμιος ἐπὶ τρεῖς ὅλας ἡμέρας παραμείνας ἐκεῖσε αὖθις ἀναστρέφει πρὸς τὸν μέγαν Παλάμωνα ἀπαγγέλλων αὐτῷ τὴν ἐνεχθεῖσαν φωνὴν καὶ τὸν ἐγχειρισθέντα τόμον ὑποδεικνύων.

Ὁ δέ, πνεύματος θείου πλήρης ὤν· «Ἴσθι, ὦ τέκνον, ἔφη· ὅσον οὔπω εἰς τελειότητα βίου ἀναχθήσῃ, καὶ τὴν περίχωρον πᾶσαν ταῖς σαῖς διδασκαλίαις στηρίξεις, καὶ ἀσκητήρια κατὰ διαφόρους τόπους ἱδρύσεις, καὶ πολλοῖς ὑπογραμμὸς βίου καὶ ἀρετῆς γενήσῃ.» Ταῦτα ἐπεὶ ἐρρέθη τῷ Παχωμίῳ, ἐκεῖνος τὰ πρὸς θεὸν καὶ τὰ θεῖα ἀνάγεσθαι σπεύδων ἐδεῖτο θερμῶς ὑπὲρ αὐτοῦ εὐχὴν γενέσθαι εἰς τὸ πλουσίαν ἄνωθεν αὐτῷ τὴν χάριν καταχεθῆναι, ὥστε μὴ εἰς κενὸν τρέχοιεν. Πᾶσαν οὖν ἐκείνην τὴν νύκταν εἰς προσευχὴν σχολασάντων, τῇ ἑξῆς ᾗ ποδῶν εἶχον τὸν ὑποδειχθέντα ἅμα καταλαμβάνουσι χῶρον καὶ τοῦτον ἐμμελέστατα περιελθόντες οἰκοδομοῦσι μικρὸν κελλίον καὶ εὐκτήριον· ἐπὶ ἑπτὰ ὅλας ἡμέρας ἐκεῖσε σὺν αὐτῷ τοῦ Παλάμωνος ἐνδιατρίψαντος, οὐκ ἔληγε νύκτωρ καὶ μεθ’ ἡμέραν διεγείρων αὐτὸν καὶ τὰ δέοντα ὑποτιθέμενος.

Εἶτα ὑποστρέφει πρὸς τὸ ἴδιον καταγώγιον, ἐντειλάμενος αὐτῷ συχνῶς παραβάλλειν πρὸς αὐτὸν διὰ τὰς τοῦ πονηροῦ πάγας. Τοῦ οὖν Παχωμίου ἐκεῖσε θέρμῃ ψυχῆς ἐπὶ ἓξ ὅλοις ἔτεσι ψύχει καὶ καύσωνι προσπαλαίοντος καὶ ταῖς ἐπ’ ἐρημίας κακώσεσι, οὐ μόνον ἀνένδοτος ἦν, ἀλλὰ καὶ πρὸς μείζονας ἀγῶνας ἑαυτὸν ἐξεδίδου καὶ ταλαιπωρίας.

Ὁ μέντοι θεῖος Παλάμων, ταῖς πολλαῖς ἐκείναις κακοπαθείαις τὸν σπλῆνα ἐξογκωθείς, δεινῶς ἔπασχε καὶ ἀφορήτοις ὀδύναις ἐβάλλετο· παρακαλούμενος δὲ ἐπιμελείας τινὸς ἀξιωθῆναι ἐκεῖνος ἀνήκοος ἦν καὶ ἄτεγκτος λέγων· «Εἰ οὖν οἱ τοῦ Χριστοῦ μάρτυρες, πυρὶ δαπανώμενοι καὶ μοχλοῖς συντριβόμενοι, ἕως θανάτου τὴν καρτερίαν ἐπεδείξαντο ἄτρωτον, πῶς ἐγὼ διὰ προσκαίρους θλίψεις καὶ ὀδύνας ἀνθρωπίνῃ ὑπαχθήσομαι θεραπείᾳ;» Οὕτω τοίνυν ἀνδρείως ἐγκαρτεροῦντος ταῖς ἀφορήτοις ἐκείναις ὀδύναις, εἰς χεῖρας θεοῦ ζῶντος τὸ πνεῦμα παρέθετο. Ὁ μέντοι θεῖος Παχώμιος, πολλὰ ἐπ’ αὐτῷ δάκρυα χέας, εἶτα καὶ τὸν νεκρὸν αὐτοῦ κοσμίως περιστείλας τῇ γῇ παρέδωκεν. Αὐτὸς δέ, εἰς τὸν ὑποδειχθέντα αὐτῷ καὶ αὗθις ἐπανακάμψας τόπον, τῶν αὐτῶν εἴχετο ἀγώνων καὶ ἱδρώτων· μᾶλλον μὲν οὖν καὶ πρὸς μείζονας τούτων ἐπεκτείνετο.