Ἔργον
Μέγας Βασίλειος – Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος
Ποιμαντικές προτροπές και επίλογος
Προτροπή για τη διαφύλαξη της ορθόδοξης ομολογίας έναντι των αιρετικών θέσεων, διακοπή της διδασκαλίας προς αποφυγή πνευματικού κόρου και τελική δοξολογία.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Ποιμαντικές προτροπές και επίλογος
Προτροπή για τη διαφύλαξη της ορθόδοξης ομολογίας έναντι των αιρετικών θέσεων, διακοπή της διδασκαλίας προς αποφυγή πνευματικού κόρου και τελική δοξολογία.
Οὗτος τίς; Οὗτος, ὁ Λόγος ὁ Θεός. Ἐπειδὴ γάρ σοι διήρθρωσε τὴν περὶ αὐτοῦ ἔννοιαν, οἷον ἐντυπώσας σου τῇ ψυχῇ διὰ τῆς διδασκαλίας τὰ ἀγνοούμενα, καὶ ἐνοικίσας τὸν Λόγον Χριστὸν ἐν τῇ καρδίᾳ σου, Οὗτός φησι. Ποῖος οὗτος; Μὴ ἔξω διαβλέψῃ, διὰ τῆς δεικτικῆς φωνῆς τὸν ὑποδεικνύμενόν σοι περισκοπῶν, ἀλλ’ εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς, καὶ ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα, τὸν ὡς Λόγον προελθόντα, τὸν πρὸς τὸν Θεὸν ὄντα, τοῦτον γνωρίσας καὶ καταπλαγεὶς, καὶ προσκυνήσας τὸν σεαυτοῦ Δεσπότην, τόν σοι διὰ τῆς διδασκαλίας ἐνιδρυθέντα, γνώριζε, ὅτι οὗτος ἦν ἐν ἀρχῇ· τουτέστιν, ἀεὶ πρὸς τὸν Θεὸν τὸν ἑαυτοῦ Πατέρα. Ταύτας μοι τὰς ὀλίγας φωνὰς διασώσατε, ὥσπερ σφραγῖδα ταῖς μνήμαις ὑμῶν ἐνσημηνάμενοι. Αὗται ἀῤῥαγέστατον ἔσονται τειχίον πρὸς τὰς τῶν ἐπιβουλευόντων καταδρομάς· αὗται φυλακτήριόν εἰσι τῶν ψυχῶν σωτήριον τοῖς προβαλλομένοις αὐτάς. Ἄν τίς σοι προσελθὼν λέγοι·
Οὐκ ὢν, ἐγεννήθη· εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; ὡς δαιμόνων φωνὴν ἀποτρέπου τὴν κατὰ τῆς δόξης τοῦ Μονογενοῦς βλασφημίαν. Αὐτὸς δὲ ἐπανελθὼν ἧκε πρὸς τὰς τῶν Εὐαγγελίων φωνάς· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Τέταρτον εἰπὲ τὸ, Ἦν, καὶ καταργήσεις αὐτῶν τὸ, Οὐκ ἦν. Οὗτοι ἄσειστοι μενέτωσαν οἱ θεμέλιοι τῆς πίστεως. Τούτοις ἐποικοδομήσομεν, Θεοῦ διδόντος, καὶ τὰ λειπόμενα. Οὐ γάρ ἐστι δυνατὸν περὶ πάντων ὑμῖν εἰς ἅπαξ διαλεχθῆναι, μήποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα ποιήσωμεν ὑμῖν τὰ φιλοπόνως συνειλεγμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περιδράξασθαι, ὅμοιον πάσχει γαστρὶ τῇ διὰ τὴν ὑπερβολὴν τοῦ κόρου εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμφθέντα μὴ δυναμένῃ. Εὔχομαι οὖν ὑμᾶς γλυκανθῆναι μὲν τῇ γεύσει, ὠφεληθῆναι δὲ τῇ ἀναδόσει.
Αὐτὸς δὲ ἕστηκα ὑμῖν ἕτοιμος πρὸς τὴν διακονίαν τῶν λειπομένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.