Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ἀρετῆς (κεφάλαια ι΄)
Εισαγωγή και προτροπή σε μετάνοια
Εισαγωγικές νουθεσίες για την αναγκαιότητα της μετανοίας, του πνευματικού αγώνα και της εγρήγορσης ενόψει της μελλούσης κρίσης.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Εισαγωγή και προτροπή σε μετάνοια
Εισαγωγικές νουθεσίες για την αναγκαιότητα της μετανοίας, του πνευματικού αγώνα και της εγρήγορσης ενόψει της μελλούσης κρίσης.
Περὶ ἀρετῆς κεφάλαια δέκα Πρόλογος Ἀναγκαῖον δὲ ἡγησάμην, ἀγαπητέ, καὶ τὰ τούτοις ἀκόλουθα ἐντάξαι ἐν τῷδε τῷ ὑπομνηστικῷ, ἵνα ὁ ἀναγινώσκων 〈δέηται〉 τοῦ Κυρίου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ κατῃσχυμμένου τοῖς ἔργοις, ὅπως ἄφεσιν ἁμαρτιῶν δωρήσηταί μοι, καὶ ποιήσω καρπὸν εὐάρεστον αὐτῷ πρὶν ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερὸν τοῦ λαβεῖν τὴν ψυχήν μου ἀπὸ τοῦ σώματός μου· τότε τακήσεται πᾶσα περιβολὴ ἀνθρωπίνη. Οὐαὶ τότε τῷ προσκεκρουκότι Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ μὴ μετανοήσαντι. Ἐπιζητήσει γὰρ τὸν χρόνον ὃν ἀπώλεσεν ἐν ἀμελείᾳ, καὶ οὐ μὴ εὕρῃ.
Κλαύσωμεν τοίνυν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ἵνα εὕρωμεν οἰκτιρμοὺς παρ᾽ αὐτοῦ. Ἕως καιρὸν ἔχομεν, φεισώμεθα ἑαυτοῖς καὶ ἐξευμενησώμεθα τὸν Κύριον. Οὐκ ἔστιν ἡμῖν περὶ χρημάτων ὁ ἀγών, ἃ καὶ ἐάν τις ζημιωθῇ, δύναται ἕτερα ἀντ᾽ αὐτῶν πάλιν κτήσασθαι. Περὶ ψυχῆς ὁ κίνδυνος, ἣν ἐὰν ἀπολέσωμεν, οὐκέτι ἀνακαλέσασθαι δυνάμεθα· κατὰ τὸ γεγραμμένον, τί ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθεῖν ἐν τῇ δόξῃ αὑτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἰ τοίνυν ἀνταπόδοσίς ἐστιν, καὶ μηδὲν τῶν ἔργων ἡμῶν λαθεῖν δύναται τὸν Θεόν, ἱνατί μὴ ἐργαζόμεθα τὸ ἀγαθόν, ἵνα ἀνταποδοθῇ ἡμῖν τὸ ἀγαθόν, καὶ ἀπεχόμεθα τοῦ κακοῦ, ἵνα μὴ καταλάβῃ ἡμᾶς τὰ κακά, καθὼς γέγραπται, ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι;
Αἰσχύνομαι λέγειν καὶ οὐ δύναμαι σιωπᾶν, διὰ τὴν ἀμέλειάν μου καὶ τῶν ὁμοίων μου ῥᾳθύμων, ὅτι οἱ κατὰ τὸν κόσμον στρατιῶται, οἰκτρὰ δῶρα παρὰ τοῦ βασιλέως λαμβάνοντες, προθύμως μέχρι θανάτου ὑπὲρ αὐτοῦ κινδυνεύουσιν· πόσῳ μᾶλλον ἡμεῖς οἱ τοιαύτας ἐπαγγελίας ἔχοντες, ὀφείλομεν μὴ ὑπερδοῦναι τῷ ἔργῳ τῆς δικαιοσύνης, ἵνα διασωθῶμεν ἐκ τῆς μελλούσης κρίσεως. Μὴ ὡς ἐχθρᾷ χρησώμεθα τῇ ψυχῇ ἡμῶν, ἧς ἀντιποιεῖται ὁ Θεός. Ἐννοηθῶμεν ὅτι καύσωνα ἡλίου καὶ ὀξύτητα πυρετοῦ φέρειν οὐ δυνάμεθα, καὶ πῶς τοῦ ἀσβέστου πυρὸς καταφρονοῦμεν; Ὁ δὲ Θεὸς ἐν τῇ βουλῇ αὑτοῦ ὁδηγήσῃ ἡμᾶς, καὶ τῇ χειρὶ αὑτοῦ τῇ κραταιᾷ σκεπάσῃ ἡμᾶς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.