Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πῶς ὁ λῃστὴς πρὸ τῆς ἀναστάσεως εἰσῆλθεν εἰς τὸν παράδεισον

Ἐφραίμ ὁ Σύρος

Ο ισχυρισμός των αρνητών της αναστάσεως των σωμάτων

Η προβολή της εισόδου του ληστή στον παράδεισο ως επιχείρημα κατά της σωματικής αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Πῶς ὁ λῃστὴς πρὸ τῆς ἀναστάσεως εἰσῆλθεν εἰς τὸν παράδεισον Οἱ τὴν τῶν σωμάτων ἀνάστασιν ἐξαρνούμενοι τό, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ προβάλλονται, λέγοντες ὅτι δίχα τῶν σωμάτων αἱ ψυχαὶ ἀπολαμβάνουσι τὰς ἀμοιβάς· εἰσῆλθε γάρ, φασί, ὁ λῃστὴς εἰς τὸν παράδεισον οὐ μετὰ σώματος, καὶ δῆλον ὡς σωμάτων ἀνάστασις οὐκ ἔστιν. Εἶτα, ὅτε μὲν ἀγωνίζεσθαι ἔδει, τὸ πλέον ἐδέξατο τῶν ἱδρώτων τὸ σῶμα· ὅτε δὲ στεφάνων καιρός, μόνη ἡ ψυχὴ στεφανοῦται;