Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν
Έναρξη και μέτρα χωρητικότητας
Καταγραφή και αναλυτική επεξήγηση των διαφόρων ιστορικών και βιβλικών μέτρων χωρητικότητας για υγρά και στερεά.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Έναρξη και μέτρα χωρητικότητας
Καταγραφή και αναλυτική επεξήγηση των διαφόρων ιστορικών και βιβλικών μέτρων χωρητικότητας για υγρά και στερεά.
Τοῦ ἁγίου Ἐπιφανίου περὶ μέτρων καὶ σταθμῶν. Κόρος σίτου μόδιοι λʹ, ὃ κέκληται χώρ. Χὼρ λέγεται ἀπὸ τοῦ τῶν βουνῶν ὑποθέσεως (οὕτω)· χωρία γὰρ καλεῖται βουνός· [βουνισθέντες γὰρ οἱ λʹ μόδιοι φορτίον ποιοῦσι καμήλου]. Θεκὲλ [γρ. Λεθὲκ] κριθῆς μόδιοι ιεʹ, ὃ καλεῖται ἔπαρμα. Κάδος ἐλαίου ἐστὶ ξέστων νʹ. Ἔστι δὲ τοῦτο τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας. Μνάσις [γρ.
Μνασίς] ἐστι μοδίων ιʹ σίτου ἢ κριθῆς μέτρων [γρ. μέτρον]. Σάτον ἐστὶ μόδιον κουμουλάτον, ὡς εἶναι μόδιον αʹ καὶ τέταρτον, ὑγροῦ δὲ ξέστων νʹ. Γόμορ μικρὸν μοδίων ιβʹ, ξέστων νʹ. Μέδιμνον μόδιοι εʹ, ὡς εἶναι μόδια δʹ μέτρου ξέστων κβʹ, ἄλλο δὲ ϛʹ.
Χοῖνιξ καὶ οἰφὶ ταὐτόν ἐστιν· ἔστι δὲ μέτρον ξέστων βʹ καὶ ἡμίσεως καὶ ποστημόριον, ὅ ἐστι τῶν δύο δρακῶν τῆς χειρὸς τὸ μέτρον. Ἀρτάβη ἐστὶ ξέστων οβʹ μέτρον τέλειον. Τρία μέτρα σεμιδάλεως. Ἕκαστον μέτρον γόμορ εἶχε· τὸ δὲ γόμορ δέκατόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτάβης, τουτέστι ξέστων ζʹ καὶ εʹ (πέμπτου). Τρία κάνα χονδρίτου. Τὰ κάνα κανισκέλια καλεῖ. Χονδρίτου δέ ἐστιν εἶδος σίτου εἰς δύο τεμνόμενον. Νέβελ οἴνου μέτρον ξέστων ρνʹ, ομυεῖ (οὕτω) ὑγροῦ τρία σάτα. Κοτύλη ἥμισυ ξέστου ὑπάρχει· ἐκεῖθεν οἱ πωλοῦντες οἶνον ἢ ἔλαιον κοτυλισταὶ καλοῦνται.
Τρυβλίον τὴν μὲν πλάσιν ἐστὶν ὀξύβαφον, εἴτ᾽ οὖν παροψίς, χωρεῖ δὲ ξέστου τὸ ἥμισυ. Ἀπόρυμα [γρ. Ἀπόῤῥυμα] τὸ ἥμισυ τοῦ σαϊτοῦ ἔχει· τὸ δὲ Σαϊτὸν κβʹ ξέστων ἐστίν. Ἔστιν ἐν τύπῳ κεραμίῳ [ἴσ. κεραμίου]. Σαφιθά ἐστι μέτρον ξέστων κβʹ παρά τισι, καὶ παρ᾽ ἄλλοις ιηʹ καὶ κδʹ. Ἲν τὸ μέγα ξέστων ιηʹ, τὸ δὲ ἅγιον θʹ. Καμψάκης ὕδατος ξέστων δʹ. Χοῦς, ὅ ἐστι χουζά, τὸ μὲν μέγα ξέστων ηʹ, τὸ δὲ ἅγιον ξέστων ϛʹ. Ἀλάβαστρον μύρου. Ἀλάβαστρον βισσίν ἐστι στρογγυλοειδὲς χωροῦν λίτραν μίαν, ἤγουν ἠμίναν. Σίκλον. Τὸ σίκλον ἐστὶ τὸ τέταρτον τῆς ὀγκίας, ὅπερ ἐστὶ νόμισμα αʹ καὶ ἥμισυ. Μεδεκὼμ λέγει τοὺς κυάθους· τὰς δὲ μασμαρὼθ λέγει τοὺς διϋλιστῆρας, ἤτ᾽ [ἴσ. εἴτ᾽] οὖν ἰθμοὺς [γρ. ἠθμούς]. Κύαθος, πῇ μὲν εἰς ἁπλοῦν ποτήριον, ὅ ἐστι ξέστων
ϛʹ· πῇ δὲ εἰς τριπλοῦν, ὅ ἐστι γʹ. Ἀντληντήριον [γρ. Ἀντλητήριον] δέ ἐστιν ἀπὸ κεραμίου, ἀντλοῦν διακαρᾶς [γρ. διὰ μακρᾶς] λαβῆς. Κύαθος ἔχει ὀγκίαν αʹ· ὁ δὲ τοῦ ἐλαίου ὀγκίαν αʹ καὶ ἡμίσειαν· ὁ δὲ τοῦ οἴνου ὀγκίαν αʹ καὶ ἡμίσειαν ϛʹ· ὁ δὲ τοῦ μέλιτος ὀγκίαν αʹ καὶ ἡμίσειαν. Γόμορ τὸ μέγα καὶ ὁ [ἴσ. ὁ καὶ] λεθέκ· λεθὲκ δὲ ὡς ἐν τῷ προφήτῃ Ὠσκὲ εἴρηται [Γʹ, 2]: »Ἐμισθωσάμην ἐμαυτῷ λεκὲθ [γρ. λεθὲκ] κριθῶν«. Ἐν ἄλλοις δὲ ἀντιγράφοις λέγει: »Γομὸρ κριθῶν«. Τὸ οὖν αὐτό ἐστι· ιεʹ γὰρ μόδιοι σημαίνονται». Δραχμὴ καὶ γράμματα γʹ. Δρὰξ ἀλεύρου. Δρὰξ χειρὸς ἡ κράτησις γίνεται. Ἲν τὸ μέγα ξέστων ιηʹ, τὸ δὲ ἅγιον ξέστων θʹ. Κάβος σίτου ξέστων
εʹ καὶ ἡμίσεως. Μετρίτης [γρ. Μετρητὴς] ξέστων οβʹ.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.