Ἔργον
Εὐσέβιος Καισαρείας – Συναγωγὴ ἀρχαίων μαρτυρίων (ἀποσπάσματα)
Μαρτύρια επί Ουαλεριανού και Γαλιηνού
Αναφορά σε μάρτυρες της Καισάρειας, με ιδιαίτερη έμφαση στην ομολογία και την εκτέλεση του εκατοντάρχου Μαρίνου.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Μαρτύρια επί Ουαλεριανού και Γαλιηνού
Αναφορά σε μάρτυρες της Καισάρειας, με ιδιαίτερη έμφαση στην ομολογία και την εκτέλεση του εκατοντάρχου Μαρίνου.
Εʹ. Ἐπὶ Οὐαλεριανοῦ βασιλέως Ῥωμαίων διωγμοῦ κινηθέντος, ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, τρεῖς ἄνδρες, Πρίσκος τε καὶ Μάλλος καὶ Ἀλέξανδρος, ἐν ἀγρῷ οἰκοῦντες, ἐπεὶ περὶ τοῦ διωγμοῦ μεμαθήκεσαν, καλέσαντες ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους, ὥρμησαν ὁμοθυμαδὸν εἰς τὴν πόλιν, καὶ λαμπρῶς τῇ κατὰ Χριστὸν διαλάμψαντες ὁμολογίᾳ, θείῳ κατεκοσμήθησαν μαρτυρίῳ, θηρίων γενόμενοι βορά. Ἐπὶ Γαλιηνοῦ, ἐν τῇ προειρημένῃ πόλει Μαρῖνος ἑκατοντάρχου ἀξίαν κομίσασθαι προσελθὼν, τῆς ἐν οὐρανοῖς στρατείας διὰ μαρτυρίου ἐπέτυχε. Παρελθὼν γάρ τις πρὸ τοῦ βήματος μὴ ἐξεῖναι αὐτῷ ἔφη τῆς Ῥωμαίων μετέχειν ἀξίας, Χριστιανῷ γε ὄντι, καὶ τοῖς βασιλεῦσι μὴ πειθομένῳ. Αὐτίκα τοίνυν ἐρωτηθεὶς ὁ Μαρῖνος, καὶ Χριστιανὸν ἑαυτὸν παῤῥησίᾳ ὁμολογήσας, τριῶν ὡρῶν εἰς ἐπίσκεψιν ἔλαβε παρὰ τοῦ ἡγεμόνος διάστημα· καὶ τοῦ βήματος ἐκτὸς γεγονότος, Θεότεκνος ὁ τῇδε ἐπίσκοπος λαβόμενος αὐτοῦ τῆς χειρὸς εἰς τὴν ἐκκλησίαν εἰσήγαγε, τὴν θείαν τε τῶν Εὐαγγελίων βίβλον ἀνὰ χεῖρας λαβὼν, καὶ ἅμα τὸ προσηρτημένον αὐτῷ ξίφος ἐπιδεικνύων· Τούτων ὁπότερον βούλει ταχέως, ἔφη, ἑλοῦ. Ὡς δ᾽ ἀμελλητὶ τὴν δεξιὰν προτείνας ἐδέξατο τὴν θείαν Γραφὴν, Ἔχου τοίνυν, φησὶ πρὸς αὐτὸν ὁ Θεότεκνος, τοῦ Θεοῦ, καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε μετ᾽ εἰρήνης.
Ἐκεῖθεν τοίνυν ἐπανελθὼν, καὶ τὰ αὐτὰ καὶ πάλιν ὁμολογήσας, τὴν ἐπὶ θανάτῳ ἀπαχθεὶς τελειοῦται. Οὕτω τίμιον λείψανον Ἀστύριος τῶν ἐπὶ Ῥώμης συγκλητικῶν γεγονὼς, βασιλεῦσί τε προσφιλὴς, καὶ πᾶσι γνώριμος, λαμπρᾷ καὶ πολυτελεῖ περιστείλας ἐσθῆτι, καὶ φανερῶς ἐπὶ πάντων, ἐπὶ τῶν ὤμων ἀράμενος τῇ προσηκούσῃ ταφῇ παραδίδωσι.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.