Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὰ φῶτα
Προοίμιο και η σημασία της εορτής των Φώτων
Εισαγωγή με έμφαση στην ποιμαντική χαρά για τη λειτουργική σύναξη, και παρουσίαση της σημασίας της εορτής των Θεοφανείων και της συγκατάβασης του Χριστού.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Προοίμιο και η σημασία της εορτής των Φώτων
Εισαγωγή με έμφαση στην ποιμαντική χαρά για τη λειτουργική σύναξη, και παρουσίαση της σημασίας της εορτής των Θεοφανείων και της συγκατάβασης του Χριστού.
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΩΝ ΦΩΤΩΝ Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν φροντίδων τὴν ἀσχολίαν μισήσαντες ἀκεραίῳ τῷ πληρώματι πρὸς τὴν θεραπείαν τοῦ θεοῦ συνεδράμετε. καὶ στενοχωρεῖ μὲν ὁ λαὸς τὸν οἶκον εἴσω τῶν ἱερῶν ἀδύτων γενόμενος, πληροῖ δὲ τὸν ἔξω χῶρον ἐν τοῖς προτεμενίσμασιν, ὅσος οὐ χωρεῖται παρὰ τῶν ἔνδον κατὰ τὴν εἰκόνα τῶν μελισσῶν· αἱ μὲν γὰρ ἔνδον ἐργάζονται, αἱ δὲ ἔξωθεν περιβομβοῦσι τὸ σμῆνος. οὕτως οὖν ποιεῖτε, ὦ παῖδες, καὶ μή ποτε ταύτην τὴν σπουδὴν ἀπολίπητε· πάθος γὰρ ὁμολογῶ πάσχειν ποιμαντικὸν καὶ βούλομαι ἐπὶ τῆς ὑψηλῆς ταύτης καθήμενος σκοπιᾶς κύκλῳ περὶ τοὺς πρόποδας τῆς κορυφῆς βλέπειν ἠθροισμένον τὸ ποίμνιον. κἂν οὕτως μοι συμβαίνῃ, προθυμίας τε ἐμπίπλαμαι θαυμαστῆς καὶ κάμνω τὸν λόγον ἡδέως ὡς οἱ ποιμένες τὰ μέλη τὰ νόμια, ὅταν δὲ ἑτέρως ἔχῃ καὶ τὴν ἔξω πλάνην ἦτε πλανώμενοι, ὡς ὑπόγυον ἐπὶ τῆς παρελθούσης κυριακῆς πεποιήκατε, σχετλιάζω πολλὰ καὶ τὴν σιωπὴν ἀσπάζομαι, βουλεύομαι δὲ τὴν ἐνθένδε φυγὴν καὶ ζητῶ τὸν Ἠλίου τοῦ προφήτου Κάρμηλον ἤ τινα πέτραν ἀοίκητον· φίλον γάρ πως τοῖς ἀθυμοῦσι τὸ ἄμικτον καὶ φιλέρημον.
νῦν δὲ βλέπων ὑμᾶς σὺν αὐτοῖς τοῖς γένεσιν ἀθρόως πανηγυρίζοντας ὑπομιμνήσκομαι λογίου προφητικοῦ, ὃ πόρρωθεν Ἠσαΐας ἀνύμνησε τὴν εὔτεκνον τοῦ Χριστοῦ καὶ πολύπαιδα προαναφωνῶν ἐκκλησίαν· Τίνες, φησίν, οἵδε; ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ᾽ ἐμέ. οὐ μὴν ἀλλὰ πρὸς τούτῳ κἀκεῖνο· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω. ταῦτα γὰρ ἡ τοῦ πνεύματος δύναμις εἰς τὴν πολυάνθρωπον τοῦ θεοῦ ἐκκλησίαν ἐθέσπισεν, ἣ χρόνοις ὕστερον ἔμελλεν ἀπ᾽ ἄκρων εἰς ἄκρα πληρώσειν τὴν οἰκουμένην ἅπασαν.
Ἧκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀπορρύπτει τῆς ψυχῆς καὶ τοῦ σώματος, ἐπανάγει δὲ πρὸς τὸ ἐξ ἀρχῆς κάλλος, ὅπερ ὁ ἀριστοτέχνης θεὸς ἐφ᾽ ἡμῖν διεπλάσατο. καὶ διὰ τοῦτο ὁ μύστης λαὸς οἱ πεπειραμένοι τῶν ἀγαθῶν τῆς ἡμέρας ἠθροίσθητε, ἐπάγεσθε δὲ καὶ τὸν ἄπειρον ἔτι οἷα πατέρες χρηστοὶ μελέτῃ καὶ προσαγωγῇ ὁδηγοῦντες τοὺς ἀμυήτους πρὸς τὴν τελείαν τῆς εὐσεβείας κατάληψιν. ἐγὼ δὲ ἀμφοτέροις συνήδομαι, τοῖς μὲν τελεσθεῖσιν, ὅτι μεγάλην δωρεὰν ἐπλουτήσατε, τοῖς δὲ ἀμυήτοις, ὅτι καλὴν προσδοκίαν ἐλπίζετε ἄφεσιν εὐθυνῶν, λύσιν δεσμῶν, οἰκείωσιν πρὸς θεόν, παρρησίαν ἐλευθέριον, ἀντὶ δουλικῆς ταπεινότητος ἰσοτιμίαν τὴν πρὸς ἀγγέλους. ταῦτα γὰρ ἡμῖν καὶ εἴ τι τούτοις ἀκόλουθον ἡ τοῦ λουτροῦ χάρις ἐγγυᾶται καὶ δίδωσιν. διὸ τὰς ἄλλας τῶν γραφῶν ὑποθέσεις ἑτέροις καιροῖς ἀναθέμενοι τῷ προκειμένῳ σκοπῷ παραμείνωμεν τὰ οἰκεῖα καὶ πρόσφορα τῇ ἑορτῇ δωροφοροῦντες εἰς δύναμιν· φίλον γὰρ ἑκάστῃ πανηγύρει τὸ ἴδιον. οὕτω γάμον μὲν ταῖς ἐπιθαλαμίοις ᾠδαῖς δεξιούμεθα, πένθει δὲ τὰ νενομισμένα τοῖς ἐπικηδείοις θρήνοις εἰσφέρομεν, ἐν πράγμασι σπουδαιολογούμεθα, ἐν εὐωχίαις λύομεν τῆς ψυχῆς τὸ πεπυκνωμένον καὶ σύντονον, ἕκαστον δὲ καιρὸν τηροῦμεν τῶν ἀλλοτρίων ἀνεπιθόλωτον.
Ἐγεννήθη τοίνυν Χριστὸς πρὸ ὀλίγων ἡμερῶν ὁ πρὸ πάσης οὐσίας αἰσθητῆς τε καὶ νοηθῆς γεννηθείς, βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐρρυπωμένον ἀποκαθάρῃ, πνεῦμα δὲ ἄνωθεν ἀγάγῃ καὶ ἄνθρωπον εἰς οὐρανοὺς ἀνυψώσῃ, ἵνα ὁ πεσὼν διεγερθῇ καὶ ὁ ῥίψας καταισχυνθῇ (καὶ μὴ θαυμάσῃς, εἰ τοσοῦτον ἐγένετο τῷ θεῷ τὸ καθ᾽ ἡμᾶς περισπούδαστον) ἵνα καὶ αὐτουργήσῃ τοῦ ἀνθρώπου τὴν σωτηρίαν· μετὰ μερίμνης γὰρ τῆς τοῦ κακουργοῦντος ἐπεβουλεύθημεν, μετὰ φροντίδος δὲ τοῦ δημιουργοῦ σῳζόμεθα. καὶ ὁ μὲν μοχθηρὸς καὶ βάσκανος κατὰ τοῦ γένους ἡμῶν τὴν ἁμαρτίαν καινοτομῶν ἄξιον τῆς ἑαυτοῦ γνώμης προκάλυμμα τὸν ὄφιν εὕρατο ὁ ἀκάθαρτος τῷ ὁμοίῳ ἐπεισελθών, ὁ γήινος καὶ χθόνιος τὴν προαίρεσιν ἐνοικήσας τῷ ἑρπετῷ, Χριστὸς δὲ ὁ τὴν ἐκείνου πονηρίαν ἐπανορθῶν τέλειον ἀναλαμβάνει τὸν ἄνθρωπον καὶ σῴζει τὸν ἄνθρωπον καὶ γίνεται πάντων ἡμῶν τύπος καὶ χαρακτήρ, ἵν᾽ ἑκάστης πράξεως ἁγιάσῃ τὴν ἀπαρχὴν καὶ τὸν ζῆλον τῆς παραδόσεως ἀναμφίβολον καταλίπῃ τοῖς δούλοις.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.