Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Ἀβδίαν καὶ τὸν Ζαχαρίαν (ἐν ταῖς σειραῖς)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στον προφήτη Ζαχαρία

Προφητικό απόσπασμα του βιβλίου του Ζαχαρία και η αλληγορική ερμηνεία του σχετικά με το ευαγγελικό κήρυγμα και το άγιο βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 2

Zacharias (Textus) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον (φϛ) τῷ κυρίῳ παντοκράτορι· καὶ ἔσονται οἱ λέβητες (φζ) ἐν τῷ οἴκῳ κυρίου ὡς φιάλαι (φη) πρὸ προσώπου τοῦ θυσιαστηρίου· καὶ ἔσται πᾶς λέβης (φθ) ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιος τῷ κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες (φι) καὶ λήψονται ἐξ αὐτῶν (φια) καὶ ἑψήσουσιν ἐν αὐτοῖς (φιβ). καὶ οὐκ ἔσται Χαναναῖος (φιγ) ἔτι ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Scholia Hesychii (φϛ) τὸ εὐαγγελικὸν κήρυγμα· τοῦτο γὰρ χαλινοῖ καθάπερ ἵππον τὸν τῶν ἐθνῶν λαόν. (φζ) αἱ πηγαὶ τοῦ βαπτίσματος. (φη) τὰ μυστικὰ ποτήρια, ἐπειδὴ τὸ δεσποτικὸν αἷμα καὶ ἐν τούτοις καὶ ἐν ἐκείνοις κιρνᾶται. (φθ) πᾶν βάπτισμα καὶ δικαίοις καὶ ἁμαρτωλοῖς τοῖς ἐξομολογουμένοις διδόμενον. (φι) οἱ ἑαυτοὺς τῷ κυρίῳ προσφέροντες καὶ ἁγιάζοντες. (φια) τῶν νοητῶν λεβήτων καὶ τῶν φιαλῶν. (φιβ) τὴν ἑαυτῶν σωτηρίαν ἐν τῷ πυρὶ τοῦ πνεύματος. (φιγ) ἀκάθαρτος, ἐπειδὴ πᾶσαν ἀκαθαρσίαν ψυχῆς Χαναναῖοι μετέρχονται.