Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν
Η υποδοχή του Κυρίου από τις επουράνιες δυνάμεις
Ερμηνεία προφητικών και ψαλμικών χωρίων για τον θρίαμβο του Χριστού κατά του θανάτου και την είσοδό Του στη θεία δόξα.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Η υποδοχή του Κυρίου από τις επουράνιες δυνάμεις
Ερμηνεία προφητικών και ψαλμικών χωρίων για τον θρίαμβο του Χριστού κατά του θανάτου και την είσοδό Του στη θεία δόξα.
Σαφῶς ἐνταῦθα ὁ προφήτης τὴν δυάδα τῶν φύσεων τῆς ἐν Χριστῷ οἰκονομίας ἐσήμανε· τὸν αὐτὸν δὲ τρόπον καὶ Θωμᾶς μετὰ τὴν τοῦ Κυρίου ἀνάστασιν ψηλαφήσας τὴν πλευρὰν αὐτοῦ, ἐβόα λέγων· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἐν ἀλαλαγμῷ μὲν, ὅτι ἀκαταπαύστῳ φωνῇ τὸν τρισάγιον ὕμνον ἀναπέμπουσι τῷ Θεῷ· καὶ ὅπως ἐπὶ Χερουβικοῦ θρόνου ἀνελήφθη, προαπεδείξαμεν· Ἐν φωνῇ δὲ σάλπιγγος, ἀρχαγγελικῆς δηλαδὴ, προσημαινούσης αὐτοῦ τὴν ἐν οὐρανοῖς ἄνοδον. Ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ταῖς ἄνω δυνάμεσι τῇ προστακτικῇ φωνῇ ἀνεκήρυττεν· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Αἱ δὲ δυνάμεις ἔλεγον· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Εἶτα τὸ Πνεῦμα· Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἐνίκησε γὰρ τὸν Πολέμιον, ὡπλίσατο κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐν τῷ ἀνθρωπίνῳ σώματι, ἔσβεσεν αὐτοῦ τὰ πεπυρωμένα βέλη· καὶ τῷ σταυρῷ προσηλωθεὶς, καὶ θανάτου γευσάμενος, ἀθάνατος ὑπάρχων, ἐσκύλευσε τὸν ᾅδην, καὶ νικητὴς ἀποδειχθεὶς ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ τὸ πλανώμενον πρόβατον ἐπιστρέψας, ἰδοὺ ἀνέρχεται ἐπ᾽ ὤμων τοῦτο φέρων πρὸς τὰ ἐνενήκοντα ἐννέα τὰ ἀπλανῆ, τὰ ἐν τοῖς ὄρεσι, τουτέστιν ἐν οὐρανοῖς νεμόμενα. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.
Καὶ πάλιν λέγει· Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Αἱ οὖν δυνάμεις ὡς ἤκουσαν, Κύριος τῶν δυνάμεων, ὁμοφώνως τὴν συνήθη δοξολογίαν ἐκβοῶντες, ἐδέχοντο μετὰ χαρᾶς τὸν Κύριον, καὶ ἔπεμπον ἕως τοῦ ὑψηλοῦ θρόνου καὶ ἐπηρμένου. Καὶ ἐπληρώθη τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.