Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταμόρφωσιν
Εισαγωγή και έπαινος του αποστόλου Πέτρου
Προοίμιο για τους τρεις κορυφαίους αποστόλους και ανάλυση της ομολογίας και της πνευματικής εξουσίας του Πέτρου.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Εισαγωγή και έπαινος του αποστόλου Πέτρου
Προοίμιο για τους τρεις κορυφαίους αποστόλους και ανάλυση της ομολογίας και της πνευματικής εξουσίας του Πέτρου.
Εἰς τὴν μεταμόρφωσιν. Ἥλιος ἀνίσχων τὰς οἰκείας ἀκτῖνας εἰς πάντα κόσμον ἐκτείνει· καὶ τοῦ Δεσπότου Χριστοῦ ἡ κατὰ σάρκα γενέθλιος ἀνατολὴ τοὺς αὐτῆς μαθητὰς, ὥσπερ τινὰς ἀκτῖνας, εἰς τὴν οἰκουμένην ἅπασαν ἐξέπεμψε. Διὰ τοῦτο καὶ σήμερον φωστήρων δίκην τὸ ἱερὸν τοῦτο λαμπρύνουσι σύστημα Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ τῶν ἀπίστων σαγηνευταὶ, καὶ τῶν πεπλανημένων πρῴην εἰς θεογνωσίαν ἁλιεῖς, οἱ ἀντὶ μὲν καλάμου τῷ σταυρῷ χρώμενοι, ἀντὶ δὲ ἱμονιᾶς τῇ τριπλόκῳ ὁμολογίᾳ τοὺς λογικοὺς ἀνασπῶντες ἰχθύας ἐκ τοῦ βυθοῦ τῆς κακίας· οἱ τῶν ἀνεκλαλήτων μυστηρίων τῷ διδασκάλῳ κοινωνοῦντες, καὶ τῶν ἀῤῥήτων καὶ ἀθεάτων πραγμάτων αὐτόπται καὶ αὐτήκοοι γενόμενοι. Πέτρος ὁ διὰ τὴν πίστιν πέτρα κληθεὶς, καὶ ἐφ᾽ ἑαυτῷ τῆς Ἐκκλησίας ἀνέχων τὴν οἰκοδομήν. Σὺ γὰρ εἶ, φησὶ, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἀλλὰ ἴδωμεν, εἰ δοκεῖ, διὰ τίνα καὶ ποίαν αἰτίαν τούτου τετύχηκε τοῦ ἐπάθλου ὁ κορυφαῖος.
Ἠρώτα ποτὲ τοὺς μαθητὰς ὁ Σωτὴρ τίνα ἄρα περὶ αὐτοῦ ἔχοιεν δόξαν. Τῶν οὖν ἄλλων τέως σιγώντων, προπηδήσας ὁ γενναῖος οὗτος, φησὶν, οὐκ εἶπε· Σὺ ἐγένου, σὺ ἐκτίσθης· ἀλλὰ, Σὺ εἶ, κατὰ τὸν προφήτην τὸν λέγοντα, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· καὶ διὰ ταύτην τὴν ὁμολογίαν λαμβάνει τῶν οὐρανῶν τὰς κλεῖς. Ὅσα γὰρ, φησὶν, ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. Ὢ παραδόξου καὶ φύσιν ὑπερβαίνοντος ἀξιώματος!
Ἐπὶ γῆς βαδίζων νόμους ταῖς οὐρανίοις ἐξέπεμπε δυνάμεσι, καὶ τούτους ἐκεῖναι ἐφύλαττον. Καὶ κάτω μὲν ἐκεῖνος τὰ δοκοῦντα ὑπηγόρευεν, ἄνωθεν δὲ Θεὸς τὴν ψῆφον τῶν λεγομένων ἐβεβαίου. Ἐμακαρίζετό ποτε Ἰωσὴφ ἐκεῖνος, τὰ σιτοδοχεῖα πιστευθεὶς τοῦ Φαραώ.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.