Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐξελθόντες οἱ Φαρισαῖοι

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στην πνευματική τράπεζα του θείου λόγου

Ο ιερός συγγραφέας προλογίζει το θέμα της ομιλίας, απευθύνοντας πρόσκληση στους πιστούς να συμμετάσχουν στην πνευματική τράπεζα και τη διδασκαλία του άρτου της ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Εἰς τὸ, «Ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον.» Ὅσοι τοῦ Ἠλία μαθηταὶ τυγχάνετε, τοῦ τὴν πενιχρὰν τράπεζαν τῆς χήρας μὴ ἐξουθενήσαντος, παρ᾽ ἡμῖν αὐλίσθητε. Τοιαύτη γὰρ καὶ παρ᾽ ἡμῖν λόγων μετρία ἡτοίμασται τράπεζα, ἕνα ἄρτον ἔχουσα ἐπ᾽ αὐτῆς· οὐχ ὃν ὁ μύλος ἐλέπτυνε, καὶ χεῖρες ἐμάλαξαν καὶ πῦρ ἐτελείωσεν, ἀλλ᾽ ὃν παρθένος ἄρουρα ἄνευ ἀρότρου καὶ σπέρματος ἤνθησε, καὶ σταυρὸς ὡρίμασε, καὶ Πατὴρ ἐτελείωσε, καὶ δώδεκα κόφινοι τῶν ἀποστόλων ἐτρύγησαν.

Τοῦτον τὸν ἄρτον Μαρία μὲν ἐγέννησεν, ἡ Ἐκκλησία δὲ ὑπεδέξατο, καὶ καθ᾽ ἑκάστην ἡμέραν ὑφ᾽ ἡμῶν ἐσθίεται, καὶ ἀδαπάνητος μένει. Τοῦτον ὑμῖν τὸν ἄρτον ἐπὶ τῆς μετρίας μου τραπέζης ἐπιθεὶς, ἠβουλόμην τῇ σιωπῇ τὸ τῆς γλώττης μου ὄργανον περισφίγξαι· ἀλλ᾽ ἡ τῶν θεομάχων Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἡμῶν ῥαπτομένη ἐπίβουλος ἐνέδρα καὶ τοὺς λίθους λαλεῖν ἀναγκάζει.