Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Η διακονία της πρώτης Εκκλησίας και καταληκτήρια δοξολογία

Περιγραφή του αγίου ως οικονόμου των αγαθών της πρώτης Εκκλησίας και τελική δοξολογία προς την Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Τῆς οὕτω καλῆς ἁρμονίας καὶ τάξεως οἰκονόμος ὑπῆρχεν ὁ Στέφανος, καὶ τοῦτον εἶχεν ἡ πενία προστάτην καὶ σύμμαχον, ὁ δὲ πλοῦτος ἡνίοχον. Ἐπανεπαύετο μὲν ἐπ᾽ αὐτὸν ἡ τοῦ Πνεύματος δύναμις, καὶ τὸν ἄνθρωπον ἴδιον οἶκον εἶχεν ἡ χάρις. Ἀνυμνήσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, σὺν τῷ πρωτομάρτυρι Στεφάνῳ τὸν τοὺς στεφάνους δωρούμενον, τὴν ἁγίαν καὶ ὁμοούσιον Τρίαδα, ὅτι αὐτῇ πρέπει ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.