Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς Καισάριον

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογική διάκριση των εννοιών της διαιρέσεως και της διαφοράς

Ερμηνεία της διαφοράς μεταξύ διαιρέσεως και διαφοράς των υποκειμένων, προς επιβεβαίωση της ορθόδοξης ομολογίας έναντι των πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Τοῦ αὐτοῦ Ἑρμηνεύοντες δὲ οἱ ἅγιοι τήν τε διαίρεσιν καὶ τὴν διαφορὰν λέγουσι· διαίρεσίς ἐστι τὸ μὴ διαμπάξ, ἤτοι διόλου, τὰ ὑποκείμενα τέμνουσα καὶ ἰδίᾳ καὶ ἀνὰ μέρος καθ᾽ ἑαυτὰ ὑφεστῶτα καὶ ἀλλήλων κεχωρισμένα τιθεῖσα, διαφορὰ δὲ λόγος, καθ᾽ ὃν ἀλλήλων διαφέρει τὰ ὑποκείμενα, τουτέστι τὸ εἶναι τὴν σάρκα τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστὶ καὶ τὸ εἶναι πάλιν τὸν Θεὸν λόγον τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστί.

〈Τοῦ Χρυσοστόμου πρὸς Καισάριον〉 Καί ἐστιν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν θεότητι τέλειον, ἕνα υἱὸν μονογενῆ οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν, Θεὸν Λόγον, σάρκα ἠμφιεσμένον, καὶ ταύτην οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς εἶπεν Ἀπολλινάριος.