Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν Λουκᾶν

Ἰωάννης ὁ Δαμασκηνός

Εννοιολογική ανάλυση του όρου «πνεύμα»

Παράθεση και διάκριση των πολλαπλών σημασιών του όρου «πνεύμα» στα βιβλικά κείμενα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 2

Τοῦ Δαμασκηνοῦ. Ἐπειδὴ πολλαχῶς τὸ πνεῦμα νοεῖται, λεκτέον τὰ σημαινόμενα. Πνεῦμα τοίνυν εἴρηται τὸ ἅγιον Πνεῦμα· λέγονται δὲ καὶ αἱ δυνάμεις τοῦ ἁγίου Πνεύματος, πνεῦμα· ὡς τὸ, «Ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἑπτὰ πνεύματα.» Αἱ γὰρ ἐνέργειαι τοῦ Πνεύματος, πνεύματα οἶμαι φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Πνεῦμα καὶ ὁ ἄγγελος ὁ ἀγαθὸς, ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα.» Πνεῦμα καὶ ὁ δαίμων, ὡς τὸ, «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν.» Πνεῦμα καὶ ἡ ψυχὴ, ὡς τὸ, «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Ἔστι δὲ ὅτε καὶ ὁ νοῦς πνεῦμα λέγεται.

Πνεῦμα καὶ ὁ ἄνεμος, ὡς τὸ, «Τὸ Πνεῦμα, ὅπου θέλει, πνεῖ.» Πνεῦμα καὶ ὁ ἀήρ.