Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εὐχαί
Ευχή θείου έρωτα και εσχατολογικής προσδοκίας
Προσευχή αγάπης προς τον Θεό, έντονου πόθου για τη μετοχή στα άγια μυστήρια και αναμονής της Δευτέρας Παρουσίας.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Ευχή θείου έρωτα και εσχατολογικής προσδοκίας
Προσευχή αγάπης προς τον Θεό, έντονου πόθου για τη μετοχή στα άγια μυστήρια και αναμονής της Δευτέρας Παρουσίας.
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ. Τετρωμένος καρδίαν εἰμὶ ἐγώ· ἐξέτηξέ με ὁ ζῆλός σου, ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα· δέσμιός εἰμι τῷ ἔρωτί σου. Ἐμπλησθείην σου τῶν σαρκῶν· κορεσθείην τοῦ ζωηροῦ καὶ θεοποιοῦ αἵματός σου· ἀπολαύσαιμι τῶν ἀγαθῶν· κατατρυφήσαιμι τῆς σῆς θεότητος· ἄξιος γενοίμην ἐρχομένῳ μετὰ δόξης ὑπαντῆσαί σοι, ἐναέριος ἁρπαγεὶς ἐν νεφέλαις σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, ὡς ἂν ὑμνῶ, καὶ προσκυνῶ, καὶ δοξάζω σε εὐχαρίστως ἐν ἐξομολογήσει, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.