Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ ἑνώσεως

Ἰωάννης ὁ Δαμασκηνός

Παραδείγματα φυσικών και υλικών τρόπων ενώσεως

Επεξήγηση των φυσικών τρόπων ενώσεως με την παράθεση αντίστοιχων παραδειγμάτων από τον υλικό κόσμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 3

Καὶ ἔστι κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν· οἴνου καὶ ὑδάτων. Κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν· σίτου καὶ κριθῆς. Κατὰ φύρσιν, ὡς ἐπὶ ξηροῦ καὶ ὑγροῦ· γῆς καὶ ὕδατος. Κατὰ ἀνάμιξιν, ὡς ἐπὶ διαφόρων ἀλεύρων. Κατὰ σύγχυσιν, ὡς ἐπὶ τηκτῶν· χρυσοῦ καὶ ἀργύρου, κηροῦ καὶ πίσσης.

Κατὰ ἁρμονίαν, ὡς ἐπὶ λίθων. Κατὰ παράθεσιν, ὡς ἐπὶ σανίδων. Κατὰ συναλοιφὴν, ὡς ἐπὶ λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ αὖθις ἑνουμένης. Κατὰ οὐσίαν, ὡς ἐπὶ ἀτόμων, Πέτρου καὶ Παύλου, ἤ τινων ἵππων, ἢ βοῶν, ἢ ἑτέρων ζώων.