Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Νικηφόρος Βλεμμύδης

Επίλογος και καταληκτήρια προσευχή

Προσφορά του εγκωμίου στον απόστολο, επίκληση της πνευματικής του προστασίας και τελική τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 8 από 8

Ταῦτά σοι παρ’ ἡμῶν ὦ μέγιστε πάτερ πανάγιε πάνσοφε, μικρὰ μέν, ἀλλ’ ἐξ ὅλης ψυχῆς προσφερόμενα· σύ δε παρέχοις ἡμῖν, τὰ τῆς σῆς μεγαλειότητος ἄξια, ἀντιλήψεις, κυβερνήσεις, ὁ πολλὴν ἔχων ἰσχύν, καὶ ἐπιστήμην σωτήριον· βίου καὶ λόγου κατόρθωσιν, ὁ θεωρίας καὶ πράξεως εἰς ἄκρον ἐληλακώς· οἰκείωσιν πρὸς Χριστόν, ὁ εἰς ἄκρον ᾠκειωμένος αὐτῷ, ᾧ ἡ δόξα οὐσιωδῶς, καθάπερ τεθεολόγηκας, ᾧ καὶ ἡμᾶς παραστήσαις ἀξίους ἐπόπτας τοῦ κάλλους αὐτοῦ, ὑμνητὰς τῆς ἁγίας Τριάδος, ᾗ πρέπει πᾶσα τιμή, μεγαλωσύνη, προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.