Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολὴ πρὸς Ἰωάννην Γ΄ Δούκαν

Νικηφόρος Βλεμμύδης

Προοίμιο και ιστορικό πλαίσιο

Εισαγωγικές αναφορές στην παλαιότητα της διαφωνίας με τους Λατίνους και στην αυθεντία των προγενέστερων πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 3

Τοῦ Βλεμμίδους. Εἰ μὲν περὶ καινοῦ τινος ζητήματος προὔκειτο συνεξετάσαι καὶ περὶ νεοφανοῦς ὑποθέσεως διασκέψασθαι, ἐχρῆν πάντως καὶ ἡμᾶς, ὡς περὶ νέου πράγματος σκεπτομένους, τοὺς παρ’ ἑαυτῶν λόγους ζητουμένους ἐπαγαγεῖν καὶ ἀναλόγως τῷ καινῷ τῶν ὑποθέσεων καὶ τοὺς λόγους ἐπιφέρειν καινοὺς καὶ τὴν τοῦ ζητήματος ἀμφιβολίαν ἐπιλῦσαι τοῖς ἀγνοοῦσιν. Ἐπεὶ δ’ ἡ μέσον τῶν Λατίνων καὶ ἡμῶν ἀμφιβολία τήν τε ἀρχὴν τῆς συστάσεως πρὸ πολλῶν ἔσχεν ἐτῶν, διαφόρως τε συνεξετάσθη, καὶ τόσον παρὰ πολλῶν συντετήρηται, ὅσον εἰκὸς εἶναι πολλοὺς τοὺς ἀπὸ τοῦ χρόνου τῆς διαστάσεως γεγονότας μέχρις ἡμῶν, καὶ φιλαλήθως διέγνωσται κατὰ τί τῆς εὐθείας παρατέτραπται, δίκαιον ἦν τοῖς πρὸ ἡμῶν κατακολουθήσαντας καὶ ἡμᾶς ταὐτὰ περὶ τούτων ἀποφήνασθαι θαρρούντως ἅπερ κἀκεῖνοι προαπεφήναντο.