Ἔργον
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος (Νόθος)
Κατάλογος κεφαλαίων και εισαγωγή στην αντιρρητική πραγματεία
Παράθεση των κεφαλαίων του έργου και εισαγωγική αναφορά στην τακτική των αιρετικών να παραποιούν τα πατερικά κείμενα.
Une plateforme pour lire, rechercher et explorer les textes patristiques et bibliques
Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.
Utiliser le Lecteur
Recherche rapide Recherchez directement un auteur, une œuvre ou un livre de l’Écriture.
Sélection détaillée Choisissez une source, puis un auteur, une œuvre, un chapitre ou un passage biblique.
Outils d’étude Pendant la lecture, vous pouvez utiliser les traductions, les signets, les notes et vos paramètres d’apparence personnels.
Ἔργον
Κατάλογος κεφαλαίων και εισαγωγή στην αντιρρητική πραγματεία
Παράθεση των κεφαλαίων του έργου και εισαγωγική αναφορά στην τακτική των αιρετικών να παραποιούν τα πατερικά κείμενα.
Ἀντίῤῥησις καὶ ἀνασκευὴ τῶν Εὐσεβίου καὶ Ἐπιφανίδου λόγων, τῶν κατὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ σαρκώσεως ληρωδηθέντων αʹ. Ὅτι Ἐπιφανίδης τῆς αἱρέσεως τῶν Δοκητῶν καὶ τῆς ἀθεΐας τῶν Μανιχαίων ἦν. βʹ. Ὅτι ὁ μέγας Ἐπιφάνιος ἐπίσκοπος Κύπρου κατὰ πάσης αἱρέσεως συνεγράψατο θρίαμβον.
γʹ. Ὅτι ὁ ἱερὸς μητροπολίτης Σίδης μαρτυρεῖ νόθην εἶναι τὴν λεγομένην ἐπιστολὴν Ἐπιφανίου. δʹ. Κατὰ τῆς διαθήκης Ἐπιφανίδου. εʹ. Ὅρος δόγματος Ἐπιφανίδου. ζʹ. Κατὰ τῶν λεγόντων μὴ ποιεῖν εἰκόνα Χριστοῦ καὶ τῆς ἁγίας Θεοτόκου.
ϛʹ. Εἰς τό· «Ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» ηʹ. Τοῦ ἁγίου Ἐπιφανίου κατὰ Κολλυριτῶν καὶ περὶ τῶν ἐν Ἀραβίᾳ γυναικῶν. θʹ. Πῶς εἰκονίζονται ἄγγελοι χρήσεις προφητῶν. ιʹ. Περὶ ἀκαταλήπτων καὶ ἀπεριγράπτων.
ιαʹ. Κατὰ τῶν λεγόντων· Ποῦ διέταξεν ὁ Χριστὸς ποιεῖν εἰκόνας καὶ προσκυνεῖν; ιβʹ. Περὶ Ἀβάρου [sic] καὶ τῆς ἀχειροποιήτου εἰκόνος Ἐδέσσης καὶ Ῥώμης. ιγʹ. Κατὰ τῶν λεγόντων ὅτι αὕτη ἡ διάταξις τοῦ πονηροῦ ἐστίν.
ιδʹ. Κατὰ τῶν λεγόντων ὅτι τὴν εἰδωλολατρείαν πάλιν Διάβολος ἐν τῷ κόσμῳ ἐνέβαλεν. ιεʹ. Ἐκ τῆς γενεαλογίας αὐτῶν δείκνυται Ἐπιφανίδης ψευδόμενος. ιϛʹ. Ὅτι Ἐπιφανίδης ὁμόφρων ἦν Βάλεντος. ιζʹ. Κατὰ τῶν λεγόντων ὅτι πάλιν ὁ Διάβολος τοὺς ἀνθρώπους εἰς εἰδωλολατρείαν εἵλκυσεν.
ιηʹ. Κατὰ τῶν λεγόντων· Τίς τῶν πάλαι εἰκόνα Χριστοῦ ἐζωγράφησεν; ιθʹ. Κατὰ τῶν λεγόντων γέροντας γράφεσθαι τοὺς ἀποστόλους καὶ κόμην ἔχοντα τὸν Χριστόν. κʹ. Κατὰ τῶν αὐτῶν λεγόντων ὅτι εἰ κόμην εἶχεν ὁ Σωτὴρ, τίνι λόγῳ οἱ Ἰουδαῖοι τὸν Ἰούδαν εἰς τριάκοντα ἀργύρια εἵλκυσαν.
καʹ. Ὅτι Ἐπιφανίδης τῆς αἱρέσεως ἦν Μαρκίωνος καὶ Μάνεντος. κβʹ. Περὶ τῶν βήλων ὧν διετάξατο δοθῆναι εἰς ταφήν. κγʹ. Κατὰ τῶν λεγόντων ὅτι δεῖ νηστεύειν τῷ σαββάτῳ, καὶ ὅτι ἡ ἁγία Θεοτόκος διὰ ῥομφαίας ἀνῃρέθη δυσφημούντων.
κδʹ. Ὅτι ὁ ἅγιος Ἐπιφάνιος πάσας τὰς αἱρέσεις ἐστηλίτευσε. κεʹ. Περὶ τῆς ἐπιστολῆς Νείλου. κϛʹ. Περὶ τῆς εἰκόνος τῆς ἁγίας πρωτομάρτυρος Θέκλας. κζʹ. Περὶ Λεοντίου αἱρετικοῦ. κηʹ. Περὶ Λεοντίου Κυπρίου ὀρθοδόξου.
κθʹ. Ὅτι ἐκ διαφόρων αἰτιῶν δείκνυται ὁ ψευδώνυμος Ἐπιφανίδης ἀλλότριος τοῦ μεγάλου Ἐπιφανίου. λʹ. Δόξα Ἀρειανῶν καὶ Μάνου καὶ Ἀπολιναρίου καὶ Διοσκόρου καὶ Ἀκεφάλων. Τῶν οὐ παρενηνεγμένων ἡ μὲν ἐπιγραφὴ τὸν θεοφόρον ἡμῖν Ἐπιφάνιον, τὸν τῆς Κυπρίων Ἐκκλησίας καθηγησάμενον, ἐμφανίζει· τὸ δὲ τοῦ λόγου σῶμα τῶν Δοκητῶν τινα τῆς πεπλανημένης αἱρέσεως καὶ τῶν Μανιχαίων τῆς ἀθεΐας περιφανῶς εἰσφέρει ὄντα τὸ φρόνημα· καὶ οὐ θαυμαστὸν, εἴγε τοῖς αἱρετίζουσιν φίλον καὶ σύνηθες, ἀλλότρια μὲν ὑποδύεσθαι πρόσωπα, ὑποκρίνεσθαι δὲ τὴν εὐσέβειαν, ἵνα τῷ ἀξιοπίστῳ τῶν προσώπων τοὺς ἁπλουστέρους ἢ ἀμαθεστέρους ἐπάγοιντο.
Καὶ γὰρ οὖν οἵ τε ἀπὸ τοῦ παράφρονος καὶ ἀνουστάτου Ἀπολλιναρίου, καὶ μὲν δὴ καὶ οἱ τοῦ θεοστυγοῦς Εὐτυχοῦς, οὕτω τινὰς τῶν ἁγίων Πατέρων φωνὰς παραποιήσαντες πρὸς σύστασιν τοῦ βδελυκτοῦ αὐτῶν δόγματος ἐπικομίζονται· ὁποῖα δή ἐστι τοῦ μεγάλου Γρηγορίου τοῦ θαυματουργοῦ, Ἀθανασίου τε τοῦ ἀοιδίμου, καὶ μέντοι καὶ Ἰουλίου τοῦ τῆς Ῥωμαίων τὴν ἱεραρχίαν λαχόντος· ὧν τὸ ἐπίκλοπον καὶ πανοῦργον ῥᾳδίως παρὰ τοῖς θηρευταῖς τῶν τοιούτων καταλαμβάνεται.
Œuvre
Texte
Ouvre le passage lié dans une nouvelle fenêtre.