Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν πορφυρογέννητον κῦρ Κωνσταντῖνον

Θεοφύλακτος Βουλγαρίας

Επίλογος και τελική προτροπή

Συμπερασματική παραίνεση προς τον πορφυρογέννητο για διαρκή ηθική τελείωση και υπακοή στη μητέρα του, με σκοπό την εξασφάλιση της θείας εύνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 6 από 6

Λάμπε τοίνυν καὶ σὺ τοῖς ἀγαθουργήμασιν. Ἐπὶ πᾶσι τοῦτό μοι παραφύλαττε· φημὶ γὰρ τὸν ἄρξειν ἀνθρώπων μέλλοντα δεῖν εἶναι τὴν ἀρετὴν ὑπὲρ ἄνθρωπον· ὡς γὰρ ὁ τῶν προβάτων ἄρχων οὐ πρόβατον, ἀλλ’ ἄνθρωπος δήπουθεν, καὶ ὁ τῶν βοῶν οὐ βοῦς, ἀλλὰ λογικὸς ἐπιστάτης καὶ τῶν ἀγομένων μακρῷ τὴν φύσιν ὑπέρτερος, οὕτως ἄρα καὶ τὸν ἄρχοντα τῶν ἀνθρώπων ὑπερκεῖσθαι δεῖ τοσοῦτον ὅσον προβάτων ὁ ποιμὴν καὶ βοῶν ὁ βουκόλος. Οὐ καταβαρυνῶ σε τῇ πλησμονῇ τῇ τῆς παραινέσεως, ἀλλὰ τάχα καὶ εἰς ἑτέραν ταμιεύσομαι τράπεζαν καὶ Θεοῦ διδόντος παρασκευάσω σοι τὰ λειπόμενα. Μόνον ἴδοιμί σε ταῦτα μετ’ ὀρέξεως προσηκάμενον καὶ πέψαντα τὰ βρωθέντα καὶ πρὸς τὴν πνευματικὴν ἡλικίαν τῆς πέψεως ἀπολαύσαντα. Λόγον τε τιμῴης καὶ λόγοις τιμῷο, καὶ τῇ ὁσίᾳ σου μητρὶ καταπειθὴς ὢν ἐσαεὶ καὶ τοῖς ταύτης χαλινοῖς ὑπαγόμενος, Θεὸν ἔχοις ἀεὶ καὶ τῶν ἔργων συμπράκτορα καὶ τῆς βασιλείας συλλήπτορα. Πάντως δέ σοι τοῦτον δώσει μητρὸς ἀρετὴ καὶ εὐλογία, ἐπὶ κεφαλὴν καταβαίνουσα καὶ τὸν οἶκον τόν τε βασιλικὸν καὶ τὸν ψυχικόν σοι στηρίζουσα.