Lecteur

Choisissez un auteur, une œuvre ou un livre de l’Écriture et étudiez la source grecque originale avec traduction, notes et signets.

Trouvez directement un auteur, une œuvre ou un livre de l’Écriture.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας

Θεοφύλακτος Βουλγαρίας

Προοίμιο και απάντηση προς τους επικριτές

Ο συγγραφέας απευθύνεται με αυστηρότητα προς εκείνους οι οποίοι τον κατηγορούν για την παιδαγωγική του στάση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 5

Πρὸς τοὺς αὐτοῦ μαθητὰς ἀτακτήσαντας Ποῦ ποτέ εἰσιν οἱ τὸ αὐστηρὸν ἡμῖν ὀνειδίζοντες, οἱ τοῦ λόγου δι’ ἀλογίαν κατεπαιρόμενοι, οἱ τῆς εὐκοσμίας ἄκοσμοι τῷ ὄντι κατήγοροι; Δεῦρο γλῶσσα πορνικὴ καὶ φαυλίστρια καὶ ὀξεῖα κατὰ τῶν καλῶν μάχαιρα, δεῦρο καὶ μικρὸν ἐπισχεθεῖσα τῆς ῥύμης, ἂν ἄρα καὶ δύναιο, δὸς καὶ ἡμῖν καιρὸν φθέγξασθαι. Σοὶ δὲ εἰ μὲν καὶ ὦτα πεφύκασιν, ἄκουε· εἰ δὲ κεκολόβωσαι παρὰ τῆς φύσεως καὶ τῆς ἕξεως ὡς μηδ’ ἔχειν ἀκούειν φωνὴν ἐπᾴδοντος, μηδὲ παρὰ σοφοῦ φαρμακεύεσθαι, τὴν σιωπὴν μόνην τοῖς ἀκούουσι χάρισαι, ἵνα σου τὴν αἰσχύνην ἀνακαλύψωμεν.