पाठक

कोई लेखक, कृति या शास्त्र की पुस्तक चुनें और अनुवाद, टिप्पणियों और बुकमार्क के साथ मूल यूनानी स्रोत का अध्ययन करें।

किसी लेखक, कृति या शास्त्र की पुस्तक को सीधे खोजें।

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Θεογνωσία

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Η έλλογη φύση του ανθρώπου και η απόδειξη της θείας πρόνοιας

Ανασκευή της επικούρειας αντίληψης περί τυχαίας δημιουργίας του κόσμου και προβολή του ανθρώπινου λόγου ως τεκμηρίου της θείας πρόνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 7

Εἴπερ ἐκ τῆς τῶν ἁπλῶν στοιχείων συνουσίας, γῆς λέγω, καὶ ὕδατος, καὶ ἀέρος, καὶ πυρὸς, ἢ τῶν λεγομένων ἀτόμων κατ᾽ Ἐπίκουρον τὰ ἐγκόσμια γεγένηται, εὑρεθήσεται τὸ γεννητὸν τοῦ ἀγεννήτου, καὶ τὸ ποιηθὲν τοῦ ποιήσαντος ἀσυγκρίτως κρεῖττον, καὶ τιμιώτερον, καὶ τοσοῦτον ὅσον ὁ ἄνθρωπος τῶν ἁπλῶν στοιχείων καὶ τῶν εἰρημένων ἀτόμων διαφορώτερος.

Πῶς δ᾽ ἂν καὶ κατὰ φύσιν ἐναντία συνέδραμον ἀβλαβῶς εἰς ἑνὸς κόσμου συμπλήρωσιν; Πῶς δ᾽ ἂν καὶ συνεφώνησαν οὐκ ἔχοντα βούλησιν, ἢ λόγον; Ἢ πῶς τῷ ἀνθρώπῳ λόγον ἀνέθηκαν τὰ παντελῶς ἄψυχα, καὶ ἄλογα, καὶ ἀναίσθητα; Ἔδει δὲ καὶ ᾧ τὸ πλέον τῆς σφετέρας οὐσίας ἀπεκλήρωσαν, ἐλέφαντά φημι, ἢ εἴ τι τούτου μεῖζον, ἐκείνῳ μᾶλλον συναποκληρῶσαι καὶ τὸ κατὰ πάντων τῶν ὑποδεεστέρων ἡγεμονικὸν καὶ βασιλικόν. Ἀλλὰ μὴν τὸ πολλῷ τούτων λειπόμενον κατὰ σωματικὸν μέγεθος καὶ ῥώμην ὁ ἄνθρωπος ἐκείνου κατάρχει διὰ τὸν λόγον, ὃν ἐκ τοῦ λόγον ἔχοντος Δημιουργοῦ πάντως κατεπλούτησε. Πῶς δ᾽ ἂν καὶ ἐκ τῶν εἰκῇ καὶ ὡς ἔτυχε φερομένων τὰ τεταγμένα γεγονέναι λέγοιντο;