पाठक

कोई लेखक, कृति या शास्त्र की पुस्तक चुनें और अनुवाद, टिप्पणियों और बुकमार्क के साथ मूल यूनानी स्रोत का अध्ययन करें।

किसी लेखक, कृति या शास्त्र की पुस्तक को सीधे खोजें।

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα

Ἰωάννης ὁ Χρυσόστομος

Το προδοτικό φίλημα και η σύλληψη του Κυρίου

Η τέλεση της προδοσίας διά του φιλήματος, η παράδοση του Ιησού και η θεολογική αντίθεση μεταξύ της καταδίκης του Ιούδα και της σωτηριώδους σταύρωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἐὰν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Τοῖς ἐμοῖς προσέχετε χείλεσιν· ἄλλως γὰρ ὁ λόγος προδοθῆναι οὐ δύναται. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ, εἶπεν αὐτῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν.

Ὢ φιλήματος, οἰκουμενικῆς εἰρήνης ἀναίρεσις, μᾶλλον δὲ, φιλαλήθως εἰπεῖν, τοῦ κοσμικοῦ πολέμου κατάλυσις, καὶ εἰ μὴ τούτῳ ἀκολουθῶν τῷ σκοπῷ ὁ Ἰούδας τὴν προδοσίαν ἐτόλμησεν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ᾽ ᾧ πάρει; Ἐμοὶ τὸ φίλημα δέδωκας, πρὸς τοὺς παρεστῶτας τὰ σύμφωνα πλήρωσον. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Ἀπῆλθεν ὁ προδότης τῶν ἀποστόλων ἀλλότριος, καὶ ὁ τῆς ζωῆς ἀρχηγὸς τοῖς Ἰουδαίοις προσηνέχθη εἰς θάνατον· κατεσκευάσθη σταυρὸς, καὶ τάφος οἰκοδομεῖται εἰς ζωήν· οἱ νεκροὶ ἐπανέρχονται, καὶ εἰς ᾅδην Ἰούδας πορεύεται· σταυροῦται μετὰ λῃστῶν ὁ Σωτὴρ, καὶ πάντας καλεῖ πρὸς παράδεισον.