पाठक

कोई लेखक, कृति या शास्त्र की पुस्तक चुनें और अनुवाद, टिप्पणियों और बुकमार्क के साथ मूल यूनानी स्रोत का अध्ययन करें।

किसी लेखक, कृति या शास्त्र की पुस्तक को सीधे खोजें।

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰορδάνην ποταμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η αναστροφή των υδάτων ως σύμβολο σωτηρίας

Η θαυματουργική ανακοπή της ροής του ποταμού ερμηνεύεται ως σύμβολο της αποτροπής της πορείας του ανθρωπίνου γένους προς τη φθορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Τρίτον αὐτὸν τὸν Ἰορδάνην διέκοψεν ὁ Θεὸς, ὡς μηκέτι αὐτῷ τὴν ἀκολουθίαν εἶναι εἰς τὴν νεκρὰν θάλασσαν, ἀλλ᾽ ἀνατρέχειν ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας. Ἐτμήθη ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ· ἐτμήθη καὶ ἐπὶ Ἠλία, ὅτε τῇ μηλωτῇ αὐτὸν ἔτεμεν· ἐτμήθη ὑπὸ Ἑλισσαίου, ὅτε ὑποστρέφων ἔτεμεν αὐτόν. Πρῶτος Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτεμε τὸν Ἰορδάνην· καὶ ὅπως ἔτεμεν, ἄκουε.

Οὐκ ἔστητε τὰ ῥεῖθρα τῶν πηγῶν, ἀλλ᾽ ἀπέστρεψε τὸ ὕδωρ εἰς τὰ ὀπίσω, ὡς μαρτυρεῖ ὁ ψαλμῳδὸς λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ δὲ ὀπίσω ἦσαν αἱ πηγαί. Ἀναχαιτίζων τοίνυν ὁ Σωτὴρ τὸ γένος τὸ ἡμέτερον τὸ τρέχον εἰς θάνατον, ποιεῖ μηκέτι τρέχειν εἰς θάνατον, ἀλλ᾽ ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας ἐπανιέναι, οὐκ εἰς τὴν νεκρὰν θάλασσαν καταλήγειν.