पाठक

कोई लेखक, कृति या शास्त्र की पुस्तक चुनें और अनुवाद, टिप्पणियों और बुकमार्क के साथ मूल यूनानी स्रोत का अध्ययन करें।

किसी लेखक, कृति या शास्त्र की पुस्तक को सीधे खोजें।

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο

Ο ιερός συγγραφέας αναγνωρίζει την ανεπάρκεια του ανθρωπίνου λόγου και επικαλείται τον φωτισμό του αγίου Πνεύματος για το εγκώμιο της μάρτυρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 7

Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου, μοναχοῦ καὶ πρεσβυτέρου Δαμασκηνοῦ, ἐγκώμιον εἰς τὴν ἁγίαν μάρτυρα Ἀναστασίαν. Ὁ μὲν λόγος ὡς βραχὺς καὶ ἐξίτηλος, ἡ δὲ τοῦ λόγου ὑπόθεσις ὡς μεγίστη καὶ τῆς καθ’ ἡμᾶς ἀνῳκισμένη περιπεζίας ὑφέσεως· τὰ γὰρ ὑπὲρ φύσιν πῶς τοῖς κατὰ φύσιν ληπτά; Καὶ πῶς τις εἴσεται τοῦ μέλιτος τὴν γλυκύτητα μὴ πείρᾳ μαθὼν τὴν ποιότητα; Ἢ πῶς τις τὸ ἄληπτον ἐπαινέσειεν ἢ τοῦ λόγου τὴν ἧτταν ἀρίδηλον δείξας ἐγκώμιον; Ἀλλ’ ἐπεὶ τὴν ἀκοὴν οἱ φιλομάρτυρες ἀνεπέτασαν καὶ δυνάμει μὲν ἥκιστα, προαιρέσει δὲ τἀγαθὸν κρίνεσθαι πέφυκεν, ὁ δὲ πόθος ζήλῳ συγκραθεὶς οἷά τι πῦρ διφλογὲς ἐγκάρδιον τὸ ἄτονον ῥώννυσι, τὴν θείαν ἐπικεκλημένος ἐπίπνοιαν «ἀνοίξω» πρὸς εὐφημίαν «τὸ στόμα» καὶ «ἁλεῖται μὲν ὡς ἔλαφος ὁ χωλὸς» ἡμῶν λόγος οὐ σκάζων ἔτι —οὐ γὰρ ἐπ’ ἀμφοτέραις χωλανεῖ ταῖς ἰγνύαις— «καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων» διὰ τοῦ πνεύματος.