Ἔργον
Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τὸν ἐπίσκοπον Περσῶν
Δογματική έκθεση της ορθοδόξου πίστεως
Αποκήρυξη της αίρεσης και συνοπτική ομολογία περί της ομοουσίου Αγίας Τριάδος, της Ενσαρκώσεως του Λόγου και της Τελικής Κρίσεως.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Δογματική έκθεση της ορθοδόξου πίστεως
Αποκήρυξη της αίρεσης και συνοπτική ομολογία περί της ομοουσίου Αγίας Τριάδος, της Ενσαρκώσεως του Λόγου και της Τελικής Κρίσεως.
Ἀποστράφητε τὴν πατροπαράδοτον ὑμῶν εἰδωλολατρείαν, αἱρετικοῖς μὴ συνάπτεσθε. Κρεῖσσον γὰρ τοῖς τοιούτοις μὴ ἐπεγνωκέναι τὴν ἀλήθειαν, ἢ ἐπιγνοῦσιν ἐπὶ τὰ ὀπίσω ἀνακάμψαι. Λεκτέον γὰρ αὐτοῖς· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Ἡμεῖς δὲ οὐχ οὕτως· Εἷς γὰρ Θεὸς ἡμῖν, ἐξ οὗ τὰ πάντα· Τριὰς τελεία, ὁμοούσιος, ἰσοδύναμος, ἰσοκλεής· Πατὴρ ἡ πάντων τῶν ἀγαθῶν πηγὴ, ἐξ οὗ ὁ Υἱὸς ἐγεννήθη, ἐξ οὗ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται κατὰ τὸ γεγραμμένον· Μία θεότης ἐν τρισὶν ὑποστάσεσι γνωριζομένη.
Ἀλλ᾽ ἐν ἐσχάτοις καιροῖς κατελεήσας τὸ ὠλισθηκὸς εἰς ἀσέβειαν γένος τῶν ἀνθρώπων, τὸ κτισθὲν κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τραπὲν εἰς προσκύνησιν τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ὁμοούσιος τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ὁ αὐτὸς ἡμῖν κατὰ τὴν ἀνθρωπότητα· καὶ σαρκοῦται ἐκ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου· καὶ ῥυθμίζει τὸν ἡμέτερον βίον, διδάξας πῶς δεῖ βιοῦν διὰ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων διδασκαλίας· καὶ πάσχει τῇ ἰδίᾳ αὐτοῦ σαρκὶ, καὶ σκυλεύσας τὸν ᾅδην, ἀνεβίω τριήμερος, ἀνελήλυθέ τε εἰς οὐρανοὺς, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.
Αὐτὸν ἥξειν προσδοκῶμεν ἐν δόξῃ τοῦ Πατρὸς κρίνοντα ζῶντας καὶ νεκρούς· ἑκάστῳ ἀποδιδόντα κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν εὐσεβέσιν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἀσεβεῖς δὲ ἀποστέλλοντα εἰς τὸ πῦρ τὸ αἰώνιον, ὅπου ὁ ἀτελεύτητος σκώληξ, καὶ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.