Ἔργον
Μέγας Αθανάσιος – Περὶ τριάδος
Ουσία και υποστατικά ιδιώματα
Ανάλυση των κοινών ιδιοτήτων της θείας ουσίας και προσδιορισμός των διακριτικών υποστατικών ιδιωμάτων του Πατρός, του Υιού και του Αγίου Πνεύματος.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Ουσία και υποστατικά ιδιώματα
Ανάλυση των κοινών ιδιοτήτων της θείας ουσίας και προσδιορισμός των διακριτικών υποστατικών ιδιωμάτων του Πατρός, του Υιού και του Αγίου Πνεύματος.
Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα, εἷς τὰ τρία· Θεὸς τέλειος ὁ Πατὴρ, τέλειος ὁ Υἱὸς, τέλειος τὸ Πνεῦμα τὸ ἅγιον· τῆς αὐτῆς τιμῆς, τῆς αὐτῆς ἐξουσίας. Δημιουργὰ τῶν ὄντων ἁπάντων, καὶ συνεκτικὰ, καὶ προνοητικὰ, ὁμοίως πάντα τοῖς τρισὶ, καὶ ἀπαραλλάκτως καὶ ταὐτῶς, ὅσα τοῦ εἶναι, καὶ ὅσα τοῦ τι μὴ εἶναι, καὶ ὅσα τοῦ πῶς ἔχει πρὸς τὰ κτιστὰ, καὶ ὅσα τῆς ἐνεργείας, καὶ ὅσα τῆς δυνάμεως, ὅσα τῆς ἀϊδιότητος, καὶ ὅσα καθ᾽ ὑπεροχὴν, ἢ κατ᾽ αἰτίαν εἶναι λέγεται. Οἷον τὸ εἶναι ταυτὸν, τὸ ἀσώματον εἶναι τὸν ἀκατάληπτον, τὸ βασιλεύειν, τὸ δημιουργεῖν, τὸ θεοῦν, τὸ δύνασθαι, τὸ ἀΐδιον εἶναι, τὸ ἀρχὴν εἶναι ὑπεράρχιον, τὸ οὐσίαν εἶναι ὑπερούσιον, τὸ φῶς λέγεσθαι. Τὸ δὲ σκότος τὰ συμβολικῶς λεγόμενα, οἷον θυμοῦσθαι καὶ ὀργίζεσθαι, ὑπνοῦν καὶ ἐγρηγορέναι. Ταῦτα πάντα τῇ μιᾷ φύσει προσαρμόζοντες, οὐκ ἐκ τῶν κατ᾽ αὐτὴν δηλοῦμεν, ἢ νοοῦμεν αὐτὴν, ἀλλ᾽ ἐκ τῶν περὶ αὐτήν. Μίαν δ᾽ οὖν τὴν φύσιν εἰδότες τῶν τριῶν ὑποστάσεων, οὐδενὶ τῶν ἄλλων διαφερουσῶν ἢ ταῖς ἰδιότησι ταύταις, τὸ γεννᾷν λέγω καὶ τὸ γεννᾶσθαι, καὶ τὸ ἐκπορεύεσθαι, καὶ ὅτι τὸ μὲν Πατὴρ, τὸ δὲ Υἱὸς, τὸ δὲ Πνεῦμα· καὶ ὅτι ὁ μὲν Πατὴρ γεννήτωρ καὶ προβολεὺς, γεννήτωρ μὲν τοῦ Υἱοῦ, προβολεὺς δὲ τοῦ Πνεύματος· ὁ δὲ Υἱὸς γέννημα, τὸ δὲ Πνεῦμα πρόβλημα.
Καὶ ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητὸς διὰ δύο νν, τὸ δὲ Πνεῦμα ἐκπορευτόν. Καὶ ὁ μὲν Πατὴρ αἴτιος, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα αἰτιατά. Καὶ ὁ μὲν Πατὴρ προβολεὺς, ὁ δὲ Υἱὸς Υἱὸς μόνον, καὶ τὸ Πνεῦμα ἐκπορευόμενον· οὐ γὰρ ἐξίστανται τῶν ἰδιοτήτων, οὔτε ὁ Πατὴρ τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς, οὔτε τὸ Πνεῦμα τοῦ εἶναι Πνεῦμα, ἀλλ᾽ ἡ μὲν οὐσία κοινὴ, μία τῶν τριῶν ἡ θεότης, ὡσπεροῦν φῶτα τρία ἀλλήλοις ἑνούμενα καὶ οὐ συγχεόμενα.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.