Ἔργον
Μέγας Βασίλειος – Ἐπιτίμια
Βασικοί κανόνες πειθαρχίας, ιδιοκτησίας και καθημερινής τάξης
Κανονικές διατάξεις που αφορούν την ακτημοσύνη, την υπακοή, τη νυκτερινή ησυχία, την τάξη κατά την τράπεζα και τη στάση απέναντι στα επιτίμια.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Βασικοί κανόνες πειθαρχίας, ιδιοκτησίας και καθημερινής τάξης
Κανονικές διατάξεις που αφορούν την ακτημοσύνη, την υπακοή, τη νυκτερινή ησυχία, την τάξη κατά την τράπεζα και τη στάση απέναντι στα επιτίμια.
ιβʹ Εἴ τις ἐξέλθοι τοῦ μοναστηρίου, μὴ λαβὼν εὐλογίαν, ἢ ἀπολυθεὶς ὑπὸ τοῦ ἀρχιμανδρίτου μετὰ εὐχῆς, ἔστω ἀκοινώνητος. ιγʹ Εἴ τις κέκτηταί τι ἐν τῷ μοναστηρίῳ, ἢ ἔξω τοῦ μοναστηρίου, ἔστω ἀκοινώνητος.
ιδʹ Εἴ τις συνδυάζει μετά τινος ἐπὶ τὸ ἀναχωρήσαι τοῦ μοναστηρίου ἐφ᾽ ἑτέρῳ τινὶ κακῷ, ἔστω ἀκοινώνητος. ιεʹ Εἴ τις τῶν ἀρχικουνιτῶν εὑρίσκει τινὰ ταράσσοντα ἢ διαλεγόμενον ἐν τῷ κουνίῳ, καὶ μὴ ἐκβάλλει αὐτὸν ἔξω τοῦ χοροῦ, αὐτὸς γενέσθω ἀπευλογίας.
ιϛʹ Εἴ τις γένηται ἀπευλογίας ἕνεκεν παιδείας, καὶ καταφρονήσας μὴ ἀπολογήσηται, καὶ λάβῃ εὐλογίαν, ἀφοριζέσθω. ιζʹ Εἴ τις παρατιθεῖ τι ἐν ταῖς τραπέζαις ἢ ἑαυτῷ, ἢ ἄλλῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας.
ιηʹ Εἴ τις ἄνευ μαφορίου ποιεῖ ἔργον ἐν οἱῳδήποτε τόπῳ, γενέσθω ἀπευλογίας. ιθʹ Εἴ τις συντυγχάνει τῷ ἐρχομένῳ ξένῳ ἢ ἰδίῳ, μὴ ἐπιτραπεὶς παρὰ τοῦ ἀρχιμανδρίτου, ἐκτὸς τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.
κʹ Εἴ τις ἄρῃ ἀπὸ ἀδελφοῦ τι καὶ ἀποκρύψει, γενέσθω ἀπευλογίας. καʹ Εἴ τις, μὴ λαβὼν εὐλογίαν, ἐσθίει ἄνευ παιδείας ὢν, ἀφοριζέσθω. κβʹ Εἴ τις οὐχ αἱρῇ εὐλογίαν εἰς τὸν ὄρδινον αὐτοῦ, γενέσθω ἀπευλογίας· εἰ δὲ χρείας ἕνεκεν οὐκ ἔφθασεν, ἀπολογησάσθω.
κγʹ Εἴ τις εὑρεθῇ τὴν νύκτα ἰδιάζων μετά τινος, ἢ τὸν τόπον ἀλλάσσων, ὅπου κοιμᾶται, παρὰ γνώμην τῶν ἐντετυπωμένων, ἀφοριζέσθω. κδʹ Εἴ τις ἐμβάλλει ἑαυτὸν εἰς ἄλλο ἔργον, μὴ ἐπιτραπεὶς, γενέσθω ἀπευλογίας.
κεʹ Εἴ τις ἀλλάσσῃ τι μετά τινος, ἢ χαρίζεται παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας. κϛʹ Εἴ τις ἑσπέρας μετὰ τὸ Πάτερ ἡμῶν εὑρεθῇ ὁμιλῶν, ἀφοριζέσθω. κζʹ Εἴ τις τῶν ὑγιαινόντων κοιμᾶται ἔξω τοῦ εὐκτηρίου, ἔστω ἀφωρισμένος.
κηʹ Εἴ τις ἐν τραπέζῃ ἐσθίων φλυαρεῖ, ἐγειρέσθω εἰς προσευχήν. κθʹ Εἴ τις γένηται ἀπευλογίας, καὶ λυπηθεὶς ἀντιπαιδεύσει τὸν παιδεύσοντα, ἢ ἀντιλέγων μὴ καταδέξηται, ἀφοριζέσθω. Εἰ δὲ λέγοι ἀδίκως παιδεύεσθαι, γνωριζέσθω τὴν αἰτίαν τῷ ἀρχιμανδρίτῃ, καὶ τὸ ὑπ᾽ αὐτοῦ ὁριζόμενον καταδεχέσθω.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.