Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Κατὰ Ἰουλιανοῦ βασιλέως (ἀποσπάσματα)
Απόσπασμα από τον λόγο Κατά Ιουλιανού
Θεολογική ανάλυση σχετικά με το εκούσιο και ακούσιο του σωτηρίου πάθους.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Απόσπασμα από τον λόγο Κατά Ιουλιανού
Θεολογική ανάλυση σχετικά με το εκούσιο και ακούσιο του σωτηρίου πάθους.
Τοῦ αὐτοῦ ἐκ τοῦ γʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ τοῦ παραβάτου λόγου βʹ. Εἰ μὴ τὸ ἀβούλητον ἐποιήσατο θελητόν, οὐδ᾽ ἂν ἔπαθεν ὅλως. δείκνυσι δὲ ἀναγκαίως ἀβούλητον μὲν τὸ ἐν τῷ παθεῖν δυσκλεές, ὡς ἔφην, αἱρετὸν δὲ ὅμως διὰ τὸ πᾶσι χρήσιμον. καὶ τὴν μὲν ἀνεθελησίαν ἡ τοῦ ποτηρίου παραίτησις ἔχει, τό γε μὴν ἑκόντα παθεῖν τὸ εἰρημένον πρὸς τὸν πατέρα· «Πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω». συνευδοκήσαντος γὰρ τοῦ θεοῦ καὶ πατρὸς καὶ οἷον συννεύοντος ταῖς σοφωτάταις οἰκονομίαις τοῦ υἱοῦ τὸν κατὰ σάρκα θάνατον ὑπομεῖναι λέγεται, ἵνα ἐκ νεκρῶν ἀναστὰς καταργήσῃ τὸν θάνατον καὶ ἀνατρέψῃ φθορὰν καὶ δικαιώσῃ τὴν ὑπ᾽ οὐρανόν. καὶ τοῦτο διδάσκει λέγων αὐτός· «Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ ἔδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτῶν, ἀλλ᾽ ἀναστήσω αὐτοὺς τῇ ἐσχάτῃ ἡμέρᾳ». ἄθρει δή, ὅπως διὰ τὸ ἀναστῆσαι τὸ δοθὲν αὐτῷ, τουτέστιν ἡμᾶς, τὸ ἀνεθέλητον αὐτῷ διὰ τὰς ἐν τῷ πάθει ἀτιμίας αἱρετὸν ἐποιήσατο. «ὑπέμεινε γὰρ σταυρὸν αἰσχύνης καταφρονήσας», ὡς ὁ θεσπέσιος γράφει Παῦλος. ὅτι δὲ ἦν τὸ πάθος ἀνεθέλητον μὲν αὐτῷ τό γε ἧκον εἰς τὴν τῶν ἀνθρωπίνων ἐννοιῶν ἀσθένειαν, πλήν, καίτοι πολὺ τὸ δυσκλεὲς ἔχον, αἱρετὸν διὰ τὸ τῷ θεῷ δοκοῦν.
δοκεῖν δὲ χρῆναι πᾶν ὁτιοῦν ὑπομεῖναι θέλει τῶν τοιούτων γνησίως ὑπὲρ τοῦ διασῶσαι πολλούς, κατίδοι τις εὖ μάλα καὶ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασιν.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.