Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ θείας χάριτος
Η αναγκαιότητα και οι ευεργεσίες της θείας χάριτος
Προτροπή προς αναζήτηση της θείας χάριτος και περιγραφή της μητρικής και παιδαγωγικής της φροντίδας προς τον άνθρωπο.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Η αναγκαιότητα και οι ευεργεσίες της θείας χάριτος
Προτροπή προς αναζήτηση της θείας χάριτος και περιγραφή της μητρικής και παιδαγωγικής της φροντίδας προς τον άνθρωπο.
Περὶ τῆς θείας χάριτος Σπεῦδε ἔχειν τὴν θείαν χάριν ἐν τῇ διανοίᾳ, ἵνα μὴ ἐμπαιχθῇς. Θεράπευσον αὐτὴν ὡς φύλακα, ἵνα μὴ λυπηθεῖσα καταλίπῃ σε. Ὡς διδάσκαλον ἀοράτων τίμησον, ἵνα μὴ ἀπούσης αὐτῆς ὡς ἐν σκότει προσκόπτῃς. Δίχα αὐτῆς μὴ θελήσῃς ἀγωνίσασθαι, ἵνα μὴ ἀποθάνῃ αἰσχρῶς. Μὴ πορευθῇς ἄνευ αὐτῆς πορείαν ἀρετῆς· ὁ γὰρ Δράκων ἐπιβουλεύει σοι. Ἐκτὸς αὐτῆς μὴ πραγματεύσῃ τὰ τῆς ψυχῆς· εἰσὶ γὰρ πολλοὶ οἱ παραφέροντες τὴν διάνοιαν δι᾽ ὁμοιότητος. Ἐὰν μὴ συμπαρῇ σοι πλέοντι, εἰς ἀνόνητον οἱ πόνοι σου περιστήσονται. Ἐὰν μὴ ἀλείψῃ σε πρὸς πολεμίους, πολλὰ πονέσας οἰμώξεις αἰσχρῶς. Ἐὰν μὴ αὕτη σὺν σοὶ ᾖ, ἀγνοεῖς τοῦ Ὄφεως τὴν δολιότητα.
Σὺ γίνου ἕτοιμος ὑπακούειν· ὑποδείκνυσι γάρ σοι πάντα σαφῶς. Ἔσο σπουδαῖος πρὸς τὴν ταύτης διάθεσιν, καὶ θᾶττον ἀμεριμνήσεις. Ἀγαγοῦ αὐτὴν σαυτῷ πρὸς συμβίωσιν, καὶ παρέξει σοι κοινωνίαν ἀνέμπαικτον. Ἀδελφὴν κτῆσαι αὐτήν, ὡς ἡ Γραφὴ εἴρηκε, καὶ τὴν ὁδὸν τοῦ πατρός σου δηλώσει σοι.
Ποιήσει σε υἱὸν Ὑψίστου, ἐὰν σὺ ποιήσῃς αὐτὴν ἀδελφήν. Ὡς μήτηρ δώσει σοι τοὺς μαστοὺς αὐτῆς, καὶ ὡς νήπιον ἀπὸ τῶν ἐπιβούλων φυλάξει σε. Ἀναγάγῃ σε ὡς παιδίον ἄφροντιν, καὶ εἰς ἄνδρα σε παραστήσει τέλειον. Πίστευσον αὐτῆς τῇ στοργῇ· αὕτη γάρ ἐστιν ἀρχὴ πάσης τῆς κτίσεως. Οὐχ ὁρᾷς τέως τὴν στοργὴν αὐτῆς, διότι καὶ οἱ νήπιοι γαλουχούμενοι ἀγνοοῦσι τῆς μητρὸς τὴν ἐπιμέλειαν.
Μακροθύμησον, ἄφες σεαυτὸν τῇ ἐκείνης βουλῇ, καὶ οὕτω συνήσεις τὰς εὐεργεσίας αὐτῆς. Καὶ οἱ παῖδες οὐκ ἴσασι πῶς ἀνατρέφονται· προκόπτοντες δὲ θαυμάζουσιν, ὅτε ἀνδρυνθῶσι, καὶ τὴν διάθεσιν φυσικὴν τρέπουσιν εἰς προαιρετικήν.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.