Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς
Εγρήγορση έναντι της κρίσεως και ικετήριες ευχές
Προσευχές για πνευματική ενδυνάμωση, αυστηρός έλεγχος της ραθυμίας και προειδοποίηση για την αιφνίδια έλευση της δίκαιης ανταπόδοσης κατά την ημέρα της κρίσεως.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Εγρήγορση έναντι της κρίσεως και ικετήριες ευχές
Προσευχές για πνευματική ενδυνάμωση, αυστηρός έλεγχος της ραθυμίας και προειδοποίηση για την αιφνίδια έλευση της δίκαιης ανταπόδοσης κατά την ημέρα της κρίσεως.
Παρακαλέσωμεν οὖν τὸν Κύριον δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὐτοῦ θέλημα, καὶ προθύμως ἐπιτελεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ μετὰ χαρᾶς, ἣν αὐτὸς ἡμῖν χαρίσηται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν, ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες σωτηρίας αἰωνίου τύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἆρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροὶ καὶ ἀδιάφοροι ἐν τίνι καυχήσονται; Ἐν τῇ χαυνότητι αὐτῶν καὶ ἐν τῇ ῥᾳθυμίᾳ αὐτῶν καὶ ἀπωλείᾳ αὐτῶν; Οὐαὶ αὐτοῖς, ὅτι ἐρρᾳθύμησαν! Δεῦτε, φίλοι μου, σπουδάσωμεν· δεῦτε, προσπέσωμεν αὐτῷ. Πενθήσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ ἀναιδῶς, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν ψυχῆς. Συνίετε τὰς μεθοδείας τοῦ Ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου καὶ μισοκάλου· ὅτι βάλλει ἔμπροσθεν ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην πολυκτημοσύνης, μετεωρισμὸν τοῦ αἰῶνος τούτου καὶ ἡδονὴν σαρκικήν, ἔτι δὲ καὶ πολυχρόνιον τῆς παρούσης ζωῆς τὴν προσδοκίαν, δειλίαν εἰς τὴν ἄσκησιν καὶ ὀκνηρίαν εἰς τὰ εὐχάς, ὕπνον εἰς τὴν ψαλμῳδίαν καὶ ἀνάπαυσιν σαρκικήν. Ὅσον ἐκεῖνος σπουδάζει, τοσοῦτο ἡμεῖς ἀμελοῦμεν καὶ ῥᾳθυμοῦμεν.
Ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτο ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δόξης ἔρχεται μετ᾽ εὐπρεπείας τῆς ὡραιότητος αὐτοῦ, καὶ μετὰ φοβερῶν δυνάμεων τῆς βασιλείας αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Φοβοῦμαι, ἀδελφοί μου, μήποτε ἐφ᾽ ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου, λέγων· ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ ἐκβληθήσεσθε ἔξω.
Παρακαλῶ σε, τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημένου Πατρός, χαρακτὴρ καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος ἐκ δεξιῶν τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ καὶ ἀνεξιχνίαστε Χριστὲ καὶ ἀνεξερεύνητε Θεέ, καύχημα καὶ χαρὰ τοῖς ἀγαπῶσί σε, ἡ ζωή μου, Χριστέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου καὶ μὴ ἀνταποδώσῃς μοι κατὰ τὰ ἔργα μου, ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου, καὶ οἰκτείρησόν με διὰ τὴν εὐσπλαγχνίαν σου. Ὅτι σὺ εὐλογημένος εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.