Ἔργον
Ἐφραίμ ὁ Σύρος – Ὑπομνηστικόν
Εισαγωγή και προτροπή προς τον ασκητικό βίο
Προοίμιο με παραινέσεις για την εισαγωγή στον πνευματικό αγώνα και τη μίμηση των αγίων πατέρων.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Εισαγωγή και προτροπή προς τον ασκητικό βίο
Προοίμιο με παραινέσεις για την εισαγωγή στον πνευματικό αγώνα και τη μίμηση των αγίων πατέρων.
Ὑπομνηστικόν, ἤτοι ἐπιστολή Πᾶσαν ὥραν ἐν νῷ ἔχω τὴν ὀπτασίαν, ἥν μοι διηγήσω, ἀδελφέ· διὸ ἀγωνίζου ἀξίως τῆς κλήσεως πολιτεύεσθαι, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃς. Οἶδα γάρ σου τὴν προθυμίαν καὶ τὸν εἰς Θεὸν ζῆλον· διὸ συμβουλεύομαι πρόθεσιν ἔχοντα σωθῆναι, ἄπειρον δὲ ὄντα τέως ἐναρέτου πολιτείας, ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων καὶ τελείων ἀδελφῶν καὶ πατέρων, καὶ παρ᾽ αὐτῶν μανθάνειν πῶς δεῖ δοῦλον Θεοῦ ἀναστρέφεσθαι. Ὅπερ σοι καὶ πάντοτε ἔλεγον, ἵνα θεωρῶν ἑκάστου τὴν ἀναστροφὴν μιμήσῃ τὴν πολιτείαν, πῶς ἕκαστος τῇ εὐσεβείᾳ καθωπλισμένος ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπείγεται· καὶ σκοπεῖν ἀκριβῶς τοῦ μὲν τὴν τελείαν καὶ ἀκριβῆ πίστιν, τοῦ δὲ τὴν εἰς Θεὸν ἐλπίδα, τοῦ δὲ τὴν διπλῆν ἀγάπην, τὴν εἰς τὸν Κύριον καὶ τὸν πλησίον· καὶ τὸν μέν, πῶς ἐν φόβῳ Θεοῦ φρουρεῖ τὴν ἑαυτοῦ ψυχήν, φυλασσόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· βίον ζῶν ἀνέγκλητον καὶ ἀκατάγνωστον, μᾶλλον δὲ καὶ ἐπαινούμενον ὑπὸ πάντων διὰ τὸ καθαρὸν καὶ ἄμεμπτον τοῦ βίου αὑτοῦ· εἰσὶ γὰρ πολλοὶ τοιοῦτοι, περὶ ὧν ἔλεγόν σοι ἐκείνοις προσέχειν, καὶ μὴ ἐμοὶ τῷ ῥᾳθύμῳ.
Τούτων οὖν γενοῦ ζηλωτής, οἵτινές εἰσιν ὡς φωστῆρες ἐν μέσῳ ὑμῶν, καὶ πῶς ὁ μὲν πολεμούμενος ὑπὸ τοῦ Ἐχθροῦ διὰ ποικίλων παθῶν προσφεύγει διὰ προσευχῆς τῷ Θεῷ, καὶ προσκολληθεὶς αὐτῷ διὰ κατανύξεως καὶ πόθου, λαβὼν τὴν βοήθειαν τῆς χάριτος περιγίνεται τῶν ἀτόπων καὶ ἀκαθάρτων λογισμῶν, μετανοῶν περὶ τῶν πεπραγμένων μετὰ πολλοῦ κλαυθμοῦ καὶ δακρύων καὶ στεναγμῶν, πενθῶν ἐν κατηφείᾳ τὰς αὑτοῦ ἁμαρτίας, ἐξομολογούμενος τῷ Θεῷ διὰ προσευχῶν καὶ ἀγρυπνιῶν· κακοπαθῶν ἐν νηστείᾳ καὶ ἐγκρατείᾳ καὶ θλίψει, καὶ ἀγωνιζόμενος σωθῆναι διὰ τούτων τῶν ὅπλων.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.