Ἔργον
Γρηγόριος ὁ Νύσσης – Κατὰ Μακεδονιανῶν περὶ τοῦ ἁγίου πνεύματος
Επίλογος και τελική δοξολογία
Συμπερασματικές προτροπές για την απόδοση ισότιμης λατρείας σε όλα τα πρόσωπα της Αγίας Τριάδας, καταλήγοντας σε τελική δοξολογία.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Επίλογος και τελική δοξολογία
Συμπερασματικές προτροπές για την απόδοση ισότιμης λατρείας σε όλα τα πρόσωπα της Αγίας Τριάδας, καταλήγοντας σε τελική δοξολογία.
ὁ οὖν ταῦτα εἰδὼς καὶ συνεγνωκὼς ἑαυτῷ τὸ οὐτιδανὸν καὶ ἀσθενὲς καὶ πενιχρὸν τῆς φύσεως καταγνώσεται μὲν τῆς ματαιότητος τῶν ἀπὸ οὕτω μικρᾶς καὶ εὐτελοῦς τῆς δυνάμεως οἰομένων ἔχειν τι τῆς ἀξίας τοῦ πνεύματος ὑψηλότερον καὶ φειδομένων ἀπ᾽ αὐτοῦ ῥημάτων τινῶν θεραπευτικῶν ἢ σχημάτων, ἃ εἴτε λατρείαν εἴτε προσκύνησιν σύνηθές τισιν ὀνομάζειν οὐ διαφέρομαι· ἀναβλέπων δὲ εἰς τὸ ὕψος τῆς δόξης, ἧς ἡ ἀληθὴς κατανόησις τοῖς ἀνθρώποις ἀνέφικτος, καταγνώσεται ἑαυτοῦ, καθὼς καὶ ὁ πατριάρχης ἐποίησε τῆς θείας ἀξιωθεὶς ἐπιφανείας γῆν καὶ σποδὸν ἑαυτὸν προσαγορεύων· οὕτω δὲ διακείμενος ὅλον ἑαυτὸν ἀναθήσει τῇ θεραπείᾳ τῆς κρείττονος φύσεως, οὐ τὸ μέν τι ποιῶν τῶν εἰς τιμὴν συντεινόντων, τοῦ δὲ ἀπεχόμενος, ἀλλὰ πᾶν ὅτιπερ ἂν ἐν τῇ καθ᾽ ἑαυτὸν δυνάμει μεῖζον καὶ ὑπερέχον εἶναι φανῇ, τοῦτο ἀναθήσει τῷ ἐπὶ πάντων θεῷ, τιμὴν καὶ δόξαν καὶ προσκύνησιν τὴν ὑπὸ τῆς δυνάμεως χωρουμένην διηνεκῶς ἀναπέμπων τῷ ἔχοντι τοῦ σῴζειν τὴν ἐξουσίαν· σῴζει δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. διὰ τοῦτο καὶ πιστεύει τὴν ἑαυτοῦ σωτηρίαν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ οὐκ εἰς πλῆθος δυνάμεων καὶ θεοτήτων κατακερματίζων τὴν πίστιν, ἀλλ᾽ εἰς μίαν δύναμιν, μίαν ἀγαθότητα, μίαν ζωοποιὸν ἐξουσίαν, μίαν θεότητα, μίαν ζωὴν πιστεύων.
οὕτως ἀναπέμψει τὴν εὐχαριστίαν ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς, ἐκ πατρὸς ἀρχόμενος καὶ τὸν υἱὸν τῷ πατρὶ συμπεριλαμβάνων καὶ τὸ ἅγιον πνεῦμα τοῦ μονογενοῦς οὐ χωρίζων, ὡς πληροῦσθαι τῷ ἐπὶ πάντων θεῷ σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι τιμὴν καὶ δόξαν καὶ προσκύνησιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.