Ἔργον
Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς τοκίζοντας
Ανασκευή αντιρρήσεων και επίλογος
Έλεγχος των προφάσεων των τοκογλύφων, διδασκαλία για τον άτοκο δανεισμό και κατακλείδα του έργου με αναφορά στον Μέγα Βασίλειο.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Ανασκευή αντιρρήσεων και επίλογος
Έλεγχος των προφάσεων των τοκογλύφων, διδασκαλία για τον άτοκο δανεισμό και κατακλείδα του έργου με αναφορά στον Μέγα Βασίλειο.
Ὁ μὲν δὴ φίλος ὑμῶν καὶ ἑταῖρος, ὦ τοκισταί, τοιοῦτος· ἀξίως τοῦ τρόπου καταστρέψας τὸν βίον ἀνεμιαῖος χρηματιστής, ὀδύναις καὶ λιμῷ μοχθήσας, συναγαγὼν δὲ κληρονομίαν ἑαυτῷ μὲν τὴν αἰώνιον κόλασιν, τοῖς δὲ ἐξ αὐτοῦ τὴν πενίαν. οὐκ ἴστε δὲ ὑμεῖς τίνι ἀθροίζετε ἢ μοχθεῖτε· αἱ περιστάσεις πολλαί, οἱ συκοφάνται μυρίοι, ἐνεδρευταὶ καὶ λῃσταὶ γῆν διενοχλοῦσι καὶ θάλασσαν. ὁρᾶτε, μὴ καὶ τὰς ἁμαρτίας κερδάνητε καὶ τὸν χρυσὸν μὴ κατάσχητε. ἀλλ᾽ ἐπαχθὴς ἡμῖν οὗτός ἐστι, φασίν (οἶδα γὰρ ὑμῶν τοὺς ὑπ᾽ ὀδόντα γογγυσμούς), καὶ συνεχῶς ἡμᾶς † στηρίζων ἐπὶ τοῦ βήματος ἐπιβουλεύει τοῖς εὐεργετουμένοις καὶ χρῄζουσιν. ἰδοὺ γὰρ οὐκέτι προησόμεθα δάνεισμα· καὶ πῶς διάζουσιν οἱ στενούμενοι; ἄξιοι τῶν πραγμάτων οἱ λόγοι, πρέπουσα ἡ ἀντίρρησις τοῖς τῷ ζόφῳ τῶν χρημάτων ἐσκοτωμένοις· οὔτε γὰρ τὸ τῆς διανοίας κριτήριον ἔχουσιν ἐρρωμένον ὡς συνιέναι τῶν λεγομένων, πρὸς τοὐναντίον δὲ τῆς συμβουλῆς τῶν νουθετούντων ἀκούουσιν· ὡς γὰρ ἐμοῦ λέγοντος μὴ χρῆναι δανείζειν, οὕτως ὑπογογγύζοντες ἀπειλοῦσι τοῖς δεομένοις ἀποκλείσειν τὰς θύρας. ἐγὼ δὲ πρῶτον μὲν τὸ δωρεῖσθαι διακηρύσσω καὶ παραγγέλλω.
ἔπειτα καὶ τὸ δανείζειν παρακαλῶ (δεύτερον γὰρ εἶδος δωρεᾶς δάνεισμα), ποιεῖν δὲ τοῦτο μὴ μετὰ τόκων μηδὲ πλεονασμῶν, ἀλλὰ καθὼς ἡμῖν ὁ θεῖος διετάξατο λόγος· ὁμοίως γὰρ ἔνοχος τιμωρίᾳ καὶ ὁ μὴ διδοὺς δάνεισμα καὶ ὁ μετὰ τόκων διδούς, ἐπειδὴ τοῦ μὲν τὸ μισάνθρωπον τοῦ δὲ τὸ καπηλικὸν κατακέκριται. οἱ δὲ πρὸς τὴν ἐναντίαν αὐτομολοῦσιν ἀκρότητα εἰς τὸ παντελὲς ἐφέξειν τὴν δόσιν ἐπαγγελλόμενοι. ἔστι δὲ τοῦτο ἀναιδὴς ἔνστασις, πρὸς τὸ δίκαιον φιλονεικία μανιώδης, πρὸς θεὸν ἔρις καὶ πόλεμος. ἢ γὰρ οὐ δώσω, φησίν, ἢ δανείζων ἔντοκον θήσομαι τὸ συνάλλαγμα.
Πρὸς μὲν οὖν τοὺς τοκογλύφους ἱκανῶς ὁ λόγος διηγωνίσατο καὶ αὐτάρκως μοι τὰ τῆς κατηγορίας ὡς ἐν δικαστηρίῳ διήνυσται, καὶ δοίη ὁ θεὸς αὐτοῖς μεταμέλειαν· πρὸς δὲ τοὺς προχείρως δανειζομένους καὶ τοῖς ἀγκίστροις τῶν τόκων ῥιψοκινδύνως ἑαυτοὺς περιπείροντας οὐδένα ποιήσομαι λόγον ἀρκεῖν αὐτοῖς κρίνας τὴν συμβουλήν, ἣν ὁ θεσπέσιος πατὴρ ἡμῶν Βασίλειος ἐν τῷ ἰδίῳ συγγράμματι σοφῶς ἐξεπόνησε πλείονα πρὸς τοὺς ἀβούλως δανειζομένους ἢ τοὺς πλεονεκτικῶς δανείζοντας ποιησάμενος λόγον.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.