Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν
Προφήτης Ιωήλ
Περίληψη των κεφαλαίων της προφητείας του Ιωήλ και βιογραφικά στοιχεία για τον προφήτη.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Προφήτης Ιωήλ
Περίληψη των κεφαλαίων της προφητείας του Ιωήλ και βιογραφικά στοιχεία για τον προφήτη.
ΚΕΦΑΛΑΙΑ ΙΩΗΛ ΤΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Κατηγορία τῶν Ἰουδαίων, καὶ προφητεία ὧν ὁ ἐξ ἐθνῶν λαὸς ποιεῖν τὸν λαὸν τῶν Ἰουδαίων ἔμελλεν. βʹ. Θρῆνος τῶν Ἰουδαϊκῶν ἱερέων διὰ τὴν ἀκαρπίαν τοῦ λαοῦ, καὶ τῶν νομικῶν θυσιῶν τὴν καθαίρεσιν.
γʹ. Παραίνεσις τῷ Ἰσραὴλ μετανοίας ἕνεκα τῶν ἐνταῦθα συμβάντων αὐτοῖς κακῶν, καὶ τῶν προσδοκωμένων ἐν ἡμέρᾳ τῆς κρίσεως. δʹ. Προφητεία τοῦ εὐαγγελικοῦ κηρύγματος, καὶ τῆς τοῦ νέου λαοῦ πολιτείας, καὶ τῶν μελλόντων κατὰ τὸν καιρὸν τῆς συντελείας ἔσεσθαι.
εʹ. Διδασκαλία τῶν τῆς μετανοίας τρόπων, καὶ Θεοῦ συμπαθείας ὑπόσχεσις, καὶ προφητεία μυστηρίων δι’ ὧν ἡ δυναστεία τοῦ διαβόλου πέπαυται. ϛʹ. Πρόῤῥησις τῆς διὰ σταυροῦ σωτηρίας, καὶ τῆς τῶν μυστηρίων τῶν νέων παραδόσεως, ἅπερ ὁ Χριστὸς ἐνανθρωπήσας εἰς ἀποτροπὴν τῶν ἔμπροσθεν κακῶν τῷ Ἰσραὴλ μάλιστα τῷ νοητῷ δεδώρηται.
ζʹ. Ὑπόσχεσις τῆς καθολικῆς δωρεᾶς καὶ καθόλου τοῦ Πνεύματος· καὶ πρόῤῥησις τίνα ἐν τῷ καιρῷ τῆς συντελείας ἔσται, καὶ τίνες οἱ τότε σωζόμενοι. ηʹ. Ἀπειλὴ κρίσεως κατὰ δαιμόνων μάλιστα, ἀνθ’ ὧν τοῦ Θεοῦ τὸν λαὸν εἰς ἡδονῶν δουλείαν καὶ λατρείαν εἰδώλων Ἑλληνικῶν ἀπέδοντο, καὶ τῆς ἐπιστροφῆς τῶν ἀσεβῶν ὑπόσχεσις.
θʹ. Προτροπὴ θείου ζήλου, καὶ ἀπειλὴ τῆς παγκοσμίου κρίσεως, καὶ παραίνεσις ἀρετῶν κατορθώσεως. ιʹ. Προφητεία τῶν κατὰ τὸν καιρὸν γεγονότων τοῦ σταυροῦ, καὶ ἁγιασμοῦ τῆς νέας Ἱερουσαλήμ, καὶ τῆς τῶν ἀποστόλων καὶ προφητῶν συμφωνίας καὶ μυστικῆς πηγῆς, ἤτις ἐξ οἴκου Κυρίου τῆς πλευρᾶς τῆς Δεσποτικῆς ἔῤῥευσε· καὶ ἀφανισμοῦ δαιμόνων· καὶ ἐκδικήσεως τοῦ Ἀδάμ· καὶ ὑπόσχεσις διαβόλου κρίσεως· καὶ τῆς ἐν τῇ Σιὼν τῇ νοητῇ κατοικήσεως.
Ἰωὴλ ἑρμηνεύεται ἀγαπητὸς Κυρίου, ἢ ἀρχή. Οὗτος ἦν ἐκ τῆς φυλῆς Ῥουβήν, ἀγροῦ μεθομόρων· ἐν εἰρήνῃ ἀπέθανε, καὶ ἐτάφη ἐκεῖ.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.