Leitor

Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.

Encontre diretamente um autor, uma obra ou um livro da Escritura.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Πελαγίαν

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο, ηθική προτροπή και κατακλείδα

Έπαινος του ανδρείου φρονήματος της αγίας, προτροπή προς το ακροατήριο για πνευματικό αγώνα και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

καὶ τὸ δὴ μεῖζον, οὐδὲ τὸ γεγραμμένον ἀπαιτεῖ τὸν Θεόν, 〈τοῖς ἀγγέλοις ἐντείλασθαι〉 περὶ αὐτῆς, 〈μήποτε προσκόψηι πρὸς λίθον τὸ σῶμα αὐτῆς·〉 ἀλλ᾽ ἐντείλασθαι τῆι ψυχῆι μετὰ τὸ πτῶμα τῆς σαρκὸς ἐκδημῆσαι. ὢ κτισθεῖσα μὲν εἰς τὸ τοῦ θήλεος γένος, ἄρρεν δὲ δειχθεῖσα φρονήματι. ὢ παρθένων ἀγέλαις καὶ μαρτύρων χοροῖς περιμάχητε. ὢ μηδὲ μέχρις ὄψεως ἀπόλαυσιν ἀκολάστωι δικαστῆι παρασχοῦσα. τὸ τῆς κόρης τοίνυν καὶ αὐτοὶ μεταδιώξωμεν σῶφρον, τὰ κατὰ τῶν ἡδονῶν ἀνελώμεθα τρόπαια, ἀκολασίαν ἐπιοῦσαν ῥηγνύωμεν, πρὸ τῆς ψυχῆς τὴν εὐσέβειαν σφίγγωμεν, δικαστὴν ἐκ πειρασμῶν μεταλλεύωμεν, εὐκαίρους ἐπιδειξώμεθα τόλμας, 〈νεκρώσωμεν τὰ μέλη〉 ἡμῶν 〈τὰ ἐπὶ τῆς γῆς,〉 ἵνα καὶ ὁ Κύριος μεταχωνεύσηι 〈τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τοῦ σώματος αὐτοῦ,〉 ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.