Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ϙδ΄
Εγρήγορση, ελεημοσύνη και επίλογος
Τελικές προτροπές για άμεση μετάνοια λόγω της αβεβαιότητας του χρόνου του θανάτου, με αναφορά στην παραβολή των δέκα παρθένων και κατακλείδα με δοξολογία.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Εγρήγορση, ελεημοσύνη και επίλογος
Τελικές προτροπές για άμεση μετάνοια λόγω της αβεβαιότητας του χρόνου του θανάτου, με αναφορά στην παραβολή των δέκα παρθένων και κατακλείδα με δοξολογία.
Πόσος φιλανθρωπίας καὶ ἐλεημοσύνης πλοῦτος παρὰ σοί. Οἱ πρῴην θανασίμῳ ὑποβληθέντες ψήφῳ νῦν διδάσκαλοι τῆς οἰκουμένης καθεστήκασι. Πάντες γὰρ εἰς αὐτοὺς ἀποβλέποντες χειραγωγοῦνται, καὶ τὴν ἐκείνων λαμβάνοντες μετάνοιαν ἀναυάγητοι διαμένομεν. Θεωρεῖς, ἀγαπητὲ, πόσον ἰσχύει μετάνοια; Μὴ οὖν ὑπερτιθέμεθα ἡμέραν ἐξ ἡμέρας· Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἡμέρα γὰρ Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Δεῦτε οὖν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἄδηλος γάρ ἐστιν ἡ ἔκβασις τοῦ βίου ἡμῶν, οὐ καιρὸν ἐκδεχομένη, οὐ χρόνον τεταγμένη ἐφ᾽ ἡμῶν. Ἀλλ᾽ ἡνίκα δ᾽ ἂν κελεύσῃ ὁ δεδωκὼς πᾶσι πνοὴν, τότε ἡ ψυχὴ ἀποπτᾶσα ἀπὸ τοῦ σώματος, καταλιμπάνει αὐτὸ ἔρημον.
Ἕκαστος τοίνυν εἰδὼς τὸ τῆς ἐξόδου ἄδηλον, περιμένωμεν τὸν νυμφίον, καὶ κρούσαντος αὐτοῦ τῇ θύρᾳ, ἀνάψωμεν αὐτῷ τὰς λαμπάδας ἡμῶν διὰ παντὸς ἀνειμένας, ἔχοντες καὶ ἔλαιον μεθ᾽ ἑαυτῶν, ἵνα ἡνίκα δ᾽ ἂν ἦχος γένηται λεγόντων, ὅτι Ὁ νυμφίος ἔρχεται, συνεισέλθωμεν αὐτῷ, μήποτε καὶ ἡμεῖς μετὰ τῶν πέντε μωρῶν παρθένων ἔξω τοῦ νυμφῶνος εὑρεθῶμεν. Μὴ ἀπονυστάξωμεν, ἀγαπητοὶ, ἀλλ᾽ ἔχωμεν ἀεὶ ἔλαιον ἐν ταῖς λαμπάσιν ἡμῶν. Οὐ γὰρ συγχωρήσει ἡμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ ἀπελθοῦσιν ἔλαιον ἀγοράσαι παρὰ τῶν πωλούντων· ἐνταῦθα γὰρ πωλεῖται, καὶ ἐκεῖ ἀναλίσκεται.
Τίνες δὲ οἱ πωλοῦντες, ἀλλ᾽ ἢ οἱ πένητες; Δὸς ἄρτον, καὶ λαμβάνεις Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Δεῦτε τοίνυν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα τοῦ ἀδήλου βίου ἤγγικεν. Εἴη δὲ πάντας ἡμᾶς φῶς ἐκ φωτὸς ὑπάρχοντας ἐν τῷ φωτὶ τῆς δόξης Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν περιπατῆσαι, ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.