Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρ΄
Η φύση και ο σκοπός της πνευματικής ψαλμωδίας
Εισαγωγική διάκριση μεταξύ των βιωτικών ασμάτων και της πνευματικής ωδής, και η ωφέλεια που προσφέρει η ψαλμωδία στην κάθαρση της ψυχής.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Η φύση και ο σκοπός της πνευματικής ψαλμωδίας
Εισαγωγική διάκριση μεταξύ των βιωτικών ασμάτων και της πνευματικής ωδής, και η ωφέλεια που προσφέρει η ψαλμωδία στην κάθαρση της ψυχής.
ΕΙΣ ΤΟΝ Ρʹ ΨΑΛΜΟΝ. αʹ. Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς ᾄδειν ὁ μακάριος Δαυῒδ ὁ προφήτης παρακελεύεται· πάλιν τὸ καλὸν ᾆσμα μελῳδεῖν ἡμᾶς ὁμοφρόνως παρασκευάζει· πάλιν τὸ πνευματικὸν καὶ ἐπουράνιον μέλος προβαλλόμενος, πνευματικοὺς ἡμᾶς διὰ τῆς ᾠδῆς ἀπεργάζεται. Πνεύματι γὰρ ἁγίῳ τὴν μελῳδίαν ποιούμενος, καὶ ὥσπερ κιθάρα ἔμψυχος καὶ λογικὴ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνακρουόμενος, πνευματικῶς καὶ ἡμᾶς ᾄδειν κατὰ πάντα διδάσκει. ᾌδει δὲ, οὐ τέρψαι καὶ ἡδῦναι τὰ ὦτα προθέμενος, ἀλλ᾽ εὐφρᾶναι καὶ ὠφελῆσαι τὴν διάνοιαν βουλόμενος.
Οὐδὲ γὰρ ἕως ἀκοῆς μόνον ἵστησι τὰ ᾀδόμενα, ἀλλὰ καὶ ἕως ψυχῆς παραπέμπει τὰ λεγόμενα Ἀκοῇ μὲν γὰρ παραδίδωσι πρὸς παίδευσιν καὶ γνῶσιν τῆς ἀληθείας, ψυχῇ δὲ ἐντίθησι πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῆς σωτηρίας. ᾌδει γὰρ τὸ ᾆσμα, οὐ ψιλοῖς ῥήμασι τὰς λέξεις προφερόμενος, ἀλλὰ ὠφελίμοις τῶν ᾀδόντων τὸν βίον ἐπανορθούμενος. Οὐδὲ γὰρ βιωτικὸν ἢ κοσμικὸν τὸ ᾄσμα τοῦτο, ἀλλὰ θεϊκὸν καὶ πνευματικὸν, καὶ πάσης κοσμιότητος πεπληρωμένον. Τὰ μὲν γὰρ βιωτικὰ ᾄσματα, καὶ αἱ τοῦ κόσμου μελῳδίαι ἀπηχοῦσαι τὴν ἀκοὴν, καὶ ἀπατῶσαι τὴν διάνοιαν, μακρὰν ἀπάγουσι τῆς ὠφελείας, εἰς ἐπιθυμίας καθέλκουσαι τῆς ἀπωλείας. Αἰσχρῶν γὰρ ῥημάτων ἀνάπλεοι τυγχάνουσαι, καὶ ἀθέσμων ὀρέξεων ἔμπλεοι καθεστηκυῖαι, πρὸς τὴν τῶν ᾀδομένων ἡδυπάθειαν, καὶ πρὸς τὴν ἔκλυσιν τῆς μελῳδίας, ἐκθηλύνουσι τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ συνεκλύουσι τὴν τοῦ σώματος εὐγένειαν. Τὰ δὲ ἐπουράνια, καὶ ἐκ Πνεύματος ἁγίου ἔχοντα τὴν χορηγίαν, πρὸς τὴν τῶν ῥημάτων εὐταξίαν καὶ πρὸς τὴν τῶν νοημάτων εὐκοσμίαν εἰς τάξιν ἄγοντα τὴν διάνοιαν, κοσμίαν καὶ τὴν ψυχὴν ἀπεργάζεται. Συγκινουμένη γὰρ ἡ ψυχὴ τοῖς λαλουμένοις, καὶ συνεπινεύουσα τοῖς νοουμένοις, ἐκεῖ φέρει τὴν ἕξιν, ἔνθα καὶ ἡ λέξις ἐφέλκεται τὸ κινητικὸν ὄργανον τῆς τοῦ πνεύματος μελῳδίας.
Τοσαύτης οὖν οὔσης τῆς ἐν τῷ ᾄσματι δυνάμεως, καὶ τηλικαύτης ὑπαρχούσης τῆς ἐν τῇ μελῳδίᾳ ἐνεργείας, φέρε δὴ θεασώμεθα, τί περιέχει καὶ τὸ σήμερον ἡμῖν ὑπαναγνωσθὲν μελῴδημα τῆς προφητείας.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.