Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολαὶ πρὸς Ὀλυμπιάδα
Επιστολή Α΄
Ο ιερός συγγραφέας ενημερώνει την Ολυμπιάδα για την ασφαλή πορεία της εξορίας του, τη βελτίωση της υγείας του και ζητά πληροφορίες για την κατάστασή της.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Επιστολή Α΄
Ο ιερός συγγραφέας ενημερώνει την Ολυμπιάδα για την ασφαλή πορεία της εξορίας του, τη βελτίωση της υγείας του και ζητά πληροφορίες για την κατάστασή της.
ΕΠΙΣΤΟΛΗ Αʹ 〈Τῇ δεσποίνῃ μου τῇ αἰδεσιμωτάτῃ καὶ θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι Ἰωάννης ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν.〉 Ὅσῳ τὰ τῶν πειρασμῶν ἐπιτείνεται, τοσούτῳ καὶ τὰ τῆς παρακλήσεως ἡμῖν αὔξεται καὶ χρηστοτέρας ἔχομεν περὶ τῶν μελλόντων τὰς ἐλπίδας· καὶ νῦν δὲ κατὰ ῥοῦν ἡμῖν ἅπαντα φέρεται καὶ ἐξ οὐρίας πλέομεν. Τίς εἶδεν; Τίς ἤκουσεν; Ὕφαλοι καὶ σπιλάδες, στρόβιλοι καὶ καταιγίδες καταρρήγνυνται· νὺξ ἀσέληνος, ζόφος βαθύς, κρημνοὶ καὶ σκόπελοι· καὶ διὰ τοιούτου πλέοντες πελάγους τῶν ἐν λιμένι σαλευόντων οὐδὲν χεῖρον διακείμεθα.
Ταῦτ᾽ οὖν καὶ αὐτὴ λογιζομένη, δέσποινά μου θεοφιλεστάτη, ὑψηλοτέρα γίνου τῶν θορύβων τούτων καὶ τῶν κλυδώνων καὶ δηλῶσαί μοι καταξίωσον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς· ἡμεῖς γὰρ ἐν ὑγιείᾳ καὶ ἐν εὐθυμίᾳ διάγομεν. Καὶ γὰρ καὶ τὸ σῶμα ἡμῖν ἐρρωμενέστερον γέγονε καὶ καθαρὸν ἀναπνέομεν ἀέρα, οἵ τε συναποδημοῦντες ἡμῖν ἐπαρχικοὶ οὕτω θεραπεύουσιν ὅτι οὐδὲ οἰκετῶν ἡμᾶς ἀφιᾶσι δεῖσθαι τὰ οἰκετῶν ποιοῦντες—καὶ γὰρ ἥρπασαν τὸ ἐπίταγμα τοῦτο διὰ τὸν περὶ ἡμᾶς ἔρωτα—καὶ δορυφορίαι πανταχοῦ, ἑκάστου αὐτοὺς μακαρίζοντος διὰ τὴν διακονίαν ταύτην.
Ἕν ἐστιν ἡμᾶς τὸ λυποῦν τὸ μὴ θαρρεῖν ὅτι καὶ αὐτὴ ἐν εὐθυμίᾳ διάγεις. Δήλωσον δὴ τοῦτο, ἵνα καὶ τῆς ἐντεῦθεν ἀπολαύσωμεν εὐφροσύνης καὶ τῷ κυρίῳ μου δὲ τῷ ποθεινοτάτῳ τέκνῳ ἡμῶν Περγαμίῳ πολλὰς χάριτας εἰσώμεθα. Κἂν ἐθέλῃς ἡμῖν ἐπιστέλλειν, αὐτῷ πρὸς τοῦτο χρῆσαι, γνησίῳ τε ὄντι καὶ σφόδρα ἡμῖν ἀνακειμένῳ καὶ πάνυ αἰδουμένῳ τὴν κοσμιότητά σου καὶ τὴν εὐλάβειαν.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.