Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς
Εισαγωγή: Η προσευχή ως θεμέλιο των αρετών
Εισαγωγική θεώρηση της προσευχής ως μητέρας των εντολών και η άρρηκτη σύνδεσή της με την πρακτική εφαρμογή της ελεημοσύνης, της νηστείας και της εγκράτειας.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Εισαγωγή: Η προσευχή ως θεμέλιο των αρετών
Εισαγωγική θεώρηση της προσευχής ως μητέρας των εντολών και η άρρηκτη σύνδεσή της με την πρακτική εφαρμογή της ελεημοσύνης, της νηστείας και της εγκράτειας.
ΟΜΙΛΙΑ ϛʹ. Περὶ εὐχῆς. Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα διηγησάμενοι κατὰ δύναμιν, καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμετέρᾳ διεξελθόντες φιληκοΐᾳ, βουλόμεθα καὶ περὶ εὐχῆς ὑμῖν διηγήσασθαι σήμερον· τίς γε ἡ ταύτης δύναμις, καὶ τίς ἡ ἀπ᾽ αὐτῆς ὠφέλεια περιγίνεται τοῖς ταύτην συνδιατελοῦσιν. Παρακαλῶ οὖν ὑμᾶς, εὐγνωμόνως καὶ εὐλαβῶς ἀκούσατε, τὴν ἀκοὴν εὐθεῖαν τοῖς λεγομένοις ὑποθέντες. Μεγίστη οὖσα ἀληθῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶσα προστάγματα.
Τίς γὰρ εὐχόμενος παριδεῖν τὸν πλησίον πενόμενον δύναται, ἵνα τὸν πόνον τὸν περὶ ταύτην ἀνόνητον ἔχῃ; Τίς δὲ τοιούτου πλούτου καὶ περιουσίας ὀρέγεσθαι δύναται, ἵνα τῷ σώματι μόνον ἀναδέχηται κάματον εἰκαῖον, ἀλλαχοῦ που τῆς καρδίας ἁλωμένης; Ἔοικε γὰρ τῆς φιλοχρηματίας ἡ νόσος πάθει τινὶ δυσιάτῳ καὶ παραμόνῳ, μήτε τάχιον ἐπάγοντι τὸν θάνατον, μήτε τελείαν τὴν ὑγείαν παρέχοντι, ἀλλὰ κατὰ βραχὺ τὸ σῶμα τῶν οἰκείων ὑπεκλύοντι τόνων, ἄχρις οὗ ταῖς ἐγγινομέναις ἐνολκαῖς ὑποῤῥεῦσαν μετὰ μυρίους καμάτους τῷ κοινῷ τοῦ θανάτου παραπέμψῃ πτώματι.
Τίς δὲ τῆς εὐχῆς ἐραστὴς νηστείας ἀμελῆσαι δυνήσεται ὑπ᾽ αὐτῆς τῆς Γραφῆς διδασκόμενος, ὅτι Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται. Ἄλλως γε οὐ δυνατὸν ἐκ καρδίας ἐπικαλεῖσθαι τὸν Κύριον ἀδηφαγίᾳ καὶ κραιπάλῃ συζῶντα· καθὼς καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς ἑαυτοῦ μαθηταῖς παρήγγειλεν· Βλέπετε, φησὶν, μὴ βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ. Ἡ γὰρ ἀναθυμίασις τοῦ πλήθους τῶν εἰσπορευομένων τροφῶν περὶ τὰ κοῖλα τοῦ ἐγκεφάλου μέρη τὸ περὶ αὐτὸν τὸν λογισμὸν ἐπιθολοῖ χρήσιμον, αὐτὴν ἐπιταράττουσα τὴν καρδίαν, Οὕτως ἡ κατὰ ἀλήθειαν εὐχὴ πασῶν τῶν ἐντολῶν ἀφετηρία τις ὑπάρχει, συμπαρατρέχειν τῷ οἰκείῳ κόσμῳ πάσας καταναγκάζουσα. Κορυφαιότατον ἀγαθὸν εὐχὴ καὶ ὁμιλία Θεοῦ· κοινωνία γάρ ἐστι καὶ ἕνωσις πρὸς Θεόν· καὶ ὥσπερ οἱ τοῦ σώματος ὀφθαλμοὶ φῶς καθορῶντες φωτίζονται, οὕτως καὶ ψυχὴ πρὸς Θεὸν ἐκτεινομένη τῷ ἀνεκλαλήτῳ αὐτοῦ φωτὶ καταλαμπομένη φωτίζεται. Εὐχὴ οὖν οὐκ ἐν σχήματι γινομένη, ἀλλ᾽ ἐκ καρδίας ἐπιτελουμένη· οὐ καιροῖς καὶ διαστήμασιν ὡρῶν περικλειομένη, ἀλλὰ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἄπαυστον τὴν ἐργασίαν ἔχουσα.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.