Ἔργον
Μᾶρκος ὁ Ἀσκητής – Περὶ νηστείας
Το μέτρο της νηστείας και οι κίνδυνοι των ακροτήτων
Οδηγίες για τη μετριοπάθεια στην πρόσληψη τροφής, η σχέση της επιθυμίας με την πτώση και οι πνευματικές συνέπειες του κορεσμού και της υπερβολικής ασιτίας.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Το μέτρο της νηστείας και οι κίνδυνοι των ακροτήτων
Οδηγίες για τη μετριοπάθεια στην πρόσληψη τροφής, η σχέση της επιθυμίας με την πτώση και οι πνευματικές συνέπειες του κορεσμού και της υπερβολικής ασιτίας.
Περὶ νηστείας Προσήκει τοὺς ἀσκοῦντας ἐναρχομένους καὶ ἐπιτελεῖν, τούς τε νέους καὶ πρεσβυτέρους, ἐρρωμένον ἔχοντας τὸ σῶμα, μήτε κάματον, μήτε κάκωσιν φοβουμένους, πάσῃ προθυμίᾳ τὴν χρησιμωτέραν καὶ ἀσφαλεστέραν ἀπαραλείπτως προΐστασθαι νηστείαν· σταθμῷ τὸν ἄρτον ἐσθίειν, καὶ μέτρῳ τὸ ὕδωρ πίνειν, ἀπὸ καιροῦ εἰς καιρόν· τοσοῦτον δὲ ὅσον πεινῶντας καὶ διψῶντας ἀναχωρεῖν τοῦ δείπνου, καὶ τὴν ἀναγκαίαν πρὸς Θεὸν λειτουργίαν μὴ ἐμποδίζεσθαι ὑπὸ τῆς ἡδονῆς τῶν βρωμάτων. Ἐὰν γὰρ θελήσωμεν ἐσθίοντες κορεσθῆναι, ταχέως ἀκηδιάσαντες ἐφ’ ἑτέραν τραπησόμεθα ἐπιθυμίαν, καὶ ἐὰν ταύτης μεταλαμβάνοντες ἐμπλησθῶμεν, καὶ ταύτην ὁμοίως αὖθις ὡς τὴν πρώτην ἀποδοκιμάσαντες καταλείψομεν. Καὶ οὐκ ἔστιν ἡμᾶς, ἂν ἐπινοήσωμεν ἑαυτοῖς ἐπιθυμίαν ἢ νηστείαν, πρὸς παράκλησιν ἐπιμεῖναι χορταζομένους.
Τί τοῦ μάννα ἐν τοῖς σιτίοις πολυτελέστερον; Καὶ ὡς τοῦτο ἔφαγε καὶ ἐνεπλήσθη ὁ Ἰσραήλ, ὅτε μὴ εἶχε κρείττονος ἐπιθυμῆσαι, τὸ ἔλαττον ἐπεθύμησε, σκόροδα καὶ κρόμμυα, ὥστε ἔμφυτον τῇ πλησμονῇ ἡ τοῦ ἑτέρων ἐπιθυμία.
Εἰ οὖν ἐν τῷ κορέννυσθαι ἄρτου ἐπιθυμοῦμεν ἑτέρου, τοῦτον ἐσθίοντες μὴ κορεσθῶμεν, ἵνα τοῦτον πεινῶντες ἀεὶ ἐπιθυμῶμεν κορεσθῆναι· ὅπως καὶ τὴν βλάβην τὴν ἐκ τῆς ἐπιθυμίας ἐκφύγωμεν καὶ τὴν δικαιοσύνην τὴν ἐκ τῆς ἐγκρατείας ἀπενεγκώμεθα.
Ἀλλ’ ἴσως ἐρεῖ τις τῶν περὶ τὴν νηστείαν ὀκνηροτέρων· Μὴ γὰρ ἁμαρτία ἐστὶν ἄνθρωπον τροφῆς μεταλαμβάνειν; Ἀλλ’ οὐδὲ ἡμεῖς ὡς ἁμαρτίας οὔσης τοῦτο συμβουλεύομεν, ἀλλ’ ὡς ἐκ τούτου τῆς ἁμαρτίας κατακολουθούσης.
Καὶ ὁ Ἰσραὴλ οὐχ ἥμαρτεν ἐπιθυμήσας, ἀλλὰ διὰ τῆς ἐπιθυμίας Θεοῦ καταλαλήσας ἠσέβησεν· εἶπε γάρ· «Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;» Καὶ μετὰ τὸ ἑτοιμασθῆναι αὐτοῖς, τότε ἡ ὀργὴ τοῦ Θεοῦ ἐξεκαύθη ἐν αὐτοῖς, καὶ συνεπόδισε τοὺς ἐκλεκτοὺς αὐτῶν, ἵνα μὴ ζῶντες πάλιν ἑτέρας ἐπιθυμήσωσι τροφῆς, καὶ λόγους κατὰ τοῦ Ὑψίστου λαλήσωσι, καὶ ἐξολοθρευθῶσιν οἱ κατάλοιποι αὐτῶν. Ἔργον ἐστὶ τῆς ἀναιδοῦς κρατῆσαι γαστρός· θεός ἐστι τῶν ἡττωμένων αὐτῇ, καὶ οὐκ ἔστιν ἀθῳωθῆναι τὸν ἀνεχόμενον αὐτῆς. Καὶ οὐ μόνον τὸ τῆς πλησμονῆς ἐστι τὸ κινδυνευόμενον, ἀλλὰ καὶ τὸ τῆς ἀσιτίας· ἐν γὰρ παρέλκειν ἡμέρας πλείους μηδενὸς μεταλαμβάνοντας, ἡ ἀκηδία χώραν λαβοῦσα ἐπαναστήσεται, καὶ πολεμήσει ἡμᾶς, καὶ τὴν μὲν ἀγρυπνίαν ἡμῶν τῆς νυκτὸς μεταβαλεῖ εἰς ὕπνον, τὴν δὲ προσευχὴν ἡμῶν τῆς ἡμέρας εἰς σαρκικοὺς λογισμούς, ὥστε ἡμᾶς ἐκ τοῦ ὕπνου ὠφεληθῆναι μηδέν, καὶ ἐκ τῶν σαρκικῶν λογισμῶν μᾶλλον βλαβῆναι τὰ μέγιστα. Ἀρχόμεθα γὰρ ὡς ὑπὲρ τοὺς ἄλλους ἀσκοῦντες μέγα φρονεῖν, καὶ τοὺς μὲν <...> μικροτέρους ἐξουθενεῖν, ὅπερ ἐστὶ πάσης πλημμελείας χαλεπώτερον.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.