Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί
Επιστολή προς τον Οικουμενικό Πατριάρχη
Προτροπή του Μάρκου Ευγενικού προς τον πατριάρχη για γενναία ομολογία της πίστεως και καρτερία απέναντι στις εκκλησιαστικές δοκιμασίες.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Επιστολή προς τον Οικουμενικό Πατριάρχη
Προτροπή του Μάρκου Ευγενικού προς τον πατριάρχη για γενναία ομολογία της πίστεως και καρτερία απέναντι στις εκκλησιαστικές δοκιμασίες.
ΜΑΡΚΟΥ ΠΡΟΣ ΤΟΝ ΟΙΚΟΥΜΕΝΙΚΟΝ. Παναγιώτατέ μου δέσποτα καὶ οἰκουμενικὲ πατριάρχα, πέποιθα εἰς Θεὸν τοῦ ὑγιαίνειν τὴν μεγάλην ἁγιωσύνην σου κατὰ τὴν αἰσθητὴν καὶ ὁρωμένην ὑγίειαν εὐφραινομένην ἐν Κυρίῳ πάντοτε· καὶ αὐτὸς ἐλέει Θεοῦ μικρὸν ὑγιαίνω τῷ σώματι.
Τὰ αὐτόθι γενόμενα ἠκούσαμεν καὶ οὐ μετρίως ἠνιάθημεν· πλὴν εὐχαριστοῦμεν καὶ μεγάλως δοξάζομεν τὸν φιλάνθρωπον Θεὸν τὸν ἐνισχύσαντά σε ἐν τῇ παρούσῃ ὁμολογίᾳ, καὶ ἔτι καὶ ἔτι εὐχόμεθα, ὅπως ἰσχυρότερος καθ’ ἑκάστην φαίνῃ ἐν πειρασμοῖς καὶ ἀκράδαντος, ἵνα πάντες οἱ ζηλωταὶ τῆς ὀρθοδόξου πίστεως ἔχωμέν σε ἄγκυραν καὶ καταφυγὴν καὶ προσφύγιον· καὶ εἰ μὲν λυθῶσι τὰ δεινά, μακαριστὸς ἐν πᾶσι καὶ αἰνετὸς εὑρεθήσῃ· εἰ δὲ ἀνοχῇ Θεοῦ, δι’ οἷς κρίμασιν οἶδεν αὐτός, ἐπιτείνονται τὰ δεινά, γενναιότερος ἐκ τοῦ παθεῖν καὶ φιλοσοφώτερος, ὥσπερ ψυχρῷ σίδηρος ἔμπυρος, οὕτω τοῖς κινδύνοις καθ’ ἑκάστην στομούμενος.
Οὐδὲν γὰρ οὕτω νικᾷ τὸν διώκοντα ὡς ἡ προθυμία τοῦ πάσχοντος. Μὴ φανῶμεν δειλότεροι τῶν ἀοιδίμων ἐκείνων ἑπτὰ παίδων, τῶν Μακκαβαίων λέγω, οἵτινες διὰ μόνον τὸ ὕειον κρέας παντοδαπὰς ὑπομείναντες κολάσεις, τὸν στέφανον τῆς ἀθλήσεως εἰλήφασιν, ἀλλ’ εἴπωμεν καὶ ἡμεῖς μετ’ ἐκείνων· «Τί γάρ; Κἂν μὴ νῦν ἀποθάνωμεν, οὐ τεθνηξόμεθα πάντως; Οὐ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν· σοφισώμεθα τὴν διάλυσιν· τὸ κοινὸν ἴδιον ποιησώμεθα· θανάτῳ ζωὴν ὠνησώμεθα.
Μή τις οὖν ἡμῶν ἔστω φιλόψυχος μηδὲ ἄτολμος. Ἀπογνώτω τῶν ἄλλων ὁ τύραννος· καὶ ὁ πρῶτος ἔστω τοῖς ἄλλοις ὁδός, καὶ ὁ τελευταῖος σφραγὶς ἀθλήσεως». Εἰ μὴ γὰρ διωγμὸς ἦν, οὐκ ἂν οἱ μάρτυρες ἔλαμψαν καὶ οἱ ὁμολογηταὶ τὸν στέφανον τῆς νίκης παρὰ Χριστοῦ ἐκομίσαντο καὶ τὴν καθολικὴν καὶ ὀρθόδοξον ἐκκλησίαν τοῖς ἄθλοις αὑτῶν ὠχύρωσαν καὶ κατεφαίδρυναν. Δεῖ γὰρ καὶ αἱρέσεις εἶναι κατὰ τὸν θεῖον Ἀπόστολον, ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται. Ἂν τοῦτο συνίωμεν καὶ οὕτως ἀγωνισώμεθα, πάντως καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν ἄθλων καὶ τῆς αὐτῆς δόξης κληρονομήσομεν καὶ εἰς τὴν χαρὰν τοῦ Κυρίου εἰσελευσόμεθα, μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς ἔξωθεν ἐχθροὺς μηδὲ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευδοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος· καὶ ὁμολογείημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ παρρησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων πατέρων, τὴν σύντροφον ἡμῶν ἐκ παίδων ὁμολογίαν, ἣν πρώτην ἐφθεγξάμεθα καὶ ᾗ τελευταῖον συναπέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενοι, τὴν εὐσέβειαν.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.