Ἔργον
Νικηφόρος Βλεμμύδης – Τυπικόν
Τροφή και νηστεία των ασκητών
Διατάξεις σχετικά με τον χρόνο σιτίσεως, το είδος της τροφής, το πόσιμο ύδωρ και τον κανόνα των νηστειών.
Uma plataforma para ler, buscar e explorar textos patrísticos e bíblicos
Escolha um autor, uma obra ou um livro da Escritura e estude a fonte original em grego com tradução, notas e marcadores.
Como usar o Leitor
Busca rápida Busque diretamente um autor, uma obra ou um livro da Escritura.
Seleção detalhada Escolha uma fonte e, em seguida, um autor, uma obra, um capítulo ou uma passagem bíblica.
Ferramentas de estudo Durante a leitura, você pode usar traduções, marcadores, notas e suas configurações pessoais de aparência.
Ἔργον
Τροφή και νηστεία των ασκητών
Διατάξεις σχετικά με τον χρόνο σιτίσεως, το είδος της τροφής, το πόσιμο ύδωρ και τον κανόνα των νηστειών.
ια. Περὶ τῆς τῶν ἀσκητῶν τροφῆς. Ἅπαξ τῆς ἡμέρας τράπεζα μετὰ τὴν ἕκτην ὥραν τῷ καιρῷ καταλλήλως εὐτρεπιζέσθω μετὰ πάσης ἐπιμελείας τοῖς ἀδελφοῖς· ὅσοι τε δι’ ἐγκράτειαν θεοφιλῆ τῶν παχυτέρων ἐδεσμάτων ἀπέχεσθαι βούλονται μὴ κωλυέσθωσαν εἰς τοῦτο, μὴ περιφρονείσθωσαν ὅλως, ἀλλ’ ἑτοιμαζέσθω αὐτοῖς ἡ τροφὴ καθ’ ὅσον ἂν προαιροῖντο λιτή. παρεσκευάσθω δὲ καὶ θερμὸν ὕδωρ, εἴπερ ἐθέλοιεν αὐτὸ πίνειν, ἐν ᾧ ἀφήψηται κύμινον ἢ μάραθρον· τὸ μὲν γὰρ ἄφυσον καὶ τῶν κατὰ γαστέρα πνευμάτων κωλυτικόν, τὸ δὲ πρὸς τῷ τοιαύτης δυνάμεως εἶναι καὶ πρὸς ὀξυδορκίαν συμβάλλεταί πως. θερμὰ καὶ ἄμφω, κατὰ τὴν τρίτην ἐγγὺς ἀπόστασιν, οὐ ξηραντικά, χρησιμώτατα κατὰ πολὺ καὶ μᾶλλον τὸ μάραθρον, οὐ κατὰ σπέρμα μόνον ἀλλὰ καὶ κατὰ κλῶνας καὶ κόμην. τὸ δέ γε ψυχρὸν ὕδωρ συνεχῶς πινόμενον τοῖς μὴ ἐρρωμένον αὐχοῦσι τὸν στόμαχον βλαπτικόν. ἐπεὶ δὲ τοῖς ἀσκηταῖς ὑφηγούμεθα τὸ μονοσιτεῖν αὐτούς, ἀρχαίῳ νόμῳ τῶν ἐν ἀσκήσει λαμψάντων ἑπόμενοι, τοῖς οὐκ εὐσθενέσιν εἰς τοῦτο συγκαταβαίνοντες παραχωροῦμεν καὶ πρὸς ἑσπέραν ἐκ τῶν παρευρημένων ἐσθίειν αὐτούς.
ἐπεὶ δὲ τῶν μακρῶν νηστειῶν τοῖς πατράσι προκέκριται τὸ καθ’ ἡμέραν ἐσθίειν παρὰ μικρόν, τοῦτ’ ἔστιν ἄνευ κόρου καὶ πλησμονῆς, κἀγὼ τῇ τῶν πατέρων κρίσει συντίθεμαι καὶ τὸ κατὰ πᾶσαν ἁπλῶς ἡμέραν σιτεῖσθαι τοὺς μοναστὰς ἐγκρατῶς οὐκ ἀναγκάζω μέν, ἀποδέχομαι δέ· τοῦτο γὰρ καὶ τῦφον ἀπελαύνει καὶ πρὸς τὰς πνευματικὰς ἐργασίας ἰσχὺν εἰσοικίζει τῷ σώματι. τὸ δὲ τετράδας τινὰς καὶ παρασκευὰς ὡς σάββατα καὶ κυριακὰς διὰ λιχνείαν λογίζεσθαι προφάσει χαρμονῆς δεσποτικῶν ἑορτῶν ἢ ἀνατροπῆς αἱρετικῶν ἐρεσχηλιῶν, οὐκ ἀναγκαῖον τέως ἐμοὶ καταφαίνεται. πνευματικῶς μὲν γὰρ τρυφᾶν ἀλλ’ οὐ σωματικῶς ἐν ταῖς θείαις ἑορταῖς οἱ τοῦ θεοῦ δεδιδάγμεθα. τὰς δὲ τῶν αἱρετικῶν νηστείας οὐ κατὰ τετράδας μόνας γινομένας ἐμάθομεν ἢ παρασκευάς, ἀλλὰ κατὰ πάσας ἐκείνας τὰς ἑβδομάδας, ἐν αἷς τὰς τετράδας καὶ τὰς παρασκευάς τινες οὐκ οἶδ’ ὅπως ἐσημειώσαντο. τέως δ’ οὖν ἐν ταῖς τοιαύταις τετράσι τε καὶ παρασκευαῖς ἐδεσμάτων μὲν ἑψητῶν ἄνευ ἐλαίου γινέσθω μετάληψις, οἴνου δὲ χρῆσις, κἀντεῦθεν χαρμονὴ εὐφροσύνη τέ τις ἐπακολουθήσει σωματική· τί γὰρ οἴνου πλέον καρδίαν εὐφραίνειν ἀνθρώπου δύναται; καὶ ὁ περὶ τετράδος καὶ παρασκευῆς ἀδιάστικτος ἀποστολικὸς κανὼν οὐκ ἀνατραπήσεται.
Obra
Texto
Abre a passagem relacionada em uma nova janela.