Читальня

Выберите автора, произведение или книгу Писания и изучайте греческий первоисточник с переводом, заметками и закладками.

Найдите автора, произведение или книгу Писания напрямую.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸ ἅγιον πάσχα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η λαμπρότητα της πασχαλινής νυκτός

Εισαγωγική αναφορά στη φωτεινότητα της εορτής του Πάσχα και στη νίκη του Χριστού έναντι των δαιμόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 4

Τοῦ μακαρίου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὸ ἅγιον πάσχα Φαιδρὸς ὁ οὐρανὸς τῇ τῶν ἄστρων χορείᾳ καταλαμπόμενος, φαιδρότερα δὲ τὰ σύμπαντα ἑωσφόρου ἀνατέλλοντος, ἀλλ᾽ ἡ παροῦσα τῆς νυκτὸς κατάστασις οὐ τοσοῦτον ἄστροις καταυγάζεται ὁπόσον νῦν ἀγάλλεται τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν νενικηκότος· «Θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κόσμον»· θεοῦ δὲ νικήσαντος τὸν ἀόρατον πολέμιον, εἰκότως καὶ αὐτοὶ τὴν κατὰ δαιμόνων νίκην ἀποισόμεθα. Παραμείνωμεν τοίνυν τῷ σωτηριώδει σταυρῷ, ἵνα τὰς πρώτας ἀπαρχὰς τῶν Ἰησοῦ δώρων ἀπενεγκώμεθα. Τὴν ἱερὰν ταύτην νύκτα δᾳδουχίαις ἱεραῖς πανηγυρίσωμεν, μέλος ἔνθεον ἐγείροντες καὶ ὕμνον οὐράνιον ἐξᾴδοντες. «Ὁ τῆς δικαιοσύνης ἥλιος», ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὴν παροῦσαν ἡμέραν τῷ κύκλῳ τῆς οἰκουμένης κατεφώτισεν, διὰ σταυροῦ ἀνέτειλεν, τοὺς πιστοὺς διέσωσεν.