Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐκκλησιαστήν
Εισαγωγή στο βιβλίο του Εκκλησιαστή
Εισαγωγικές παρατηρήσεις για το πρόσωπο του συγγραφέα, τον σκοπό του έργου και τη θεολογική σημασία της προσφώνησης.
Платформа для чтения, поиска и изучения святоотеческих и библейских текстов
Выберите автора, произведение или книгу Писания и изучайте греческий первоисточник с переводом, заметками и закладками.
Как пользоваться Читальней
Быстрый поиск Ищите напрямую автора, произведение или книгу Писания.
Подробный выбор Выберите источник, затем автора, произведение, главу или библейский отрывок.
Инструменты изучения Во время чтения можно пользоваться переводами, закладками, заметками и личными настройками оформления.
Ἔργον
Εισαγωγή στο βιβλίο του Εκκλησιαστή
Εισαγωγικές παρατηρήσεις για το πρόσωπο του συγγραφέα, τον σκοπό του έργου και τη θεολογική σημασία της προσφώνησης.
ΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ Πολλοὶ μὲν τῶν ἐπιεικεστέρων διαποροῦσιν ἐπὶ τοῦ βιβλίου τούτου, οἱ δὲ προπετέστεροι καὶ καταγελῶσιν. Ἵν᾽ οὖν ἀμφοτέρων τὰ πάθη λύσωμεν, φέρε, ἀπὸ τοῦ τέλους αὐτοῦ συστήσωμεν. Πέρας λόγου τὸ πᾶν ἄκουε· τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι δὴ τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν· ὅπερ λέγει ὁ Χριστός· ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ ποίημα καὶ θεόν φησιν. Τί δεῖ πολλῶν λόγων; Ταῦτα οὖν εἰδότες, κἂν μὴ εὑρίσκωμέν τινα τῶν ἐγκειμένων, μὴ καταγινώσκωμεν τῶν ῥημάτων· ἐκεῖνα γὰρ ἴσως ἔχει ἔννοιαν μεγάλην καὶ δυνατήν. Καὶ γὰρ ὑψηλὸν τὸ βιβλίον καὶ ἠθικώτατον καὶ μουσικώτατον καὶ περὶ τῶν κατὰ τὸν βίον πολλῆς γέμον φιλοσοφίας. Διὸ παρακαλῶ προσέχειν.
Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυίδ. Καλῶς ἑαυτὸν Ἐκκλησιαστὴν ἐνταῦθα καλεῖ· καθάπερ οὖν ἐκκλησίαν συνιστάμενος, οὕτω τῇ οἰκουμένῃ διαλέγεται, περὶ τῶν κοινῶν πραγμάτων προθέμενος εἰπεῖν, ἅτε τοῦ κοινοῦ δεσπότου δοῦλος ὤν. Οὐ γὰρ πρὸς Ἰουδαίους διαλέγεται, καθάπερ οἱ λοιποί, ἀλλὰ πρὸς πᾶσαν 〈τὴν〉 κτίσιν καὶ τὴν οἰκουμένην. Φέρε οὖν, ὅσα βούλεσθε τῶν φιλοσόφων τούτοις παραβάλωμεν, καὶ εὑρήσομεν ἐκεῖνα εὐχερῆ ὄντα τῶν ἔξωθεν. Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυίδ. Εἰκότως καὶ τὸν πατέρα φησὶν καὶ τὸν τόπον τῆς βασιλείας· Ἰσραὴλ ἐν Ἱερουσαλήμ· ἐπειδὴ γὰρ μετὰ τοῦτον οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἐν Ἱερουσαλὴμ ἦσαν, ἀλλ᾽ ἐν Σαμαρείᾳ. Διὰ τοῦτο καλέσας, οὐ περὶ μικρῶν ἡμῖν διαλέγεται, ἀλλὰ περὶ τῶν μεγάλων πραγμάτων.
Произведение
Текст
Открывает связанный отрывок в новом окне.