Читальня

Выберите автора, произведение или книгу Писания и изучайте греческий первоисточник с переводом, заметками и закладками.

Найдите автора, произведение или книгу Писания напрямую.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἀντίρρησις πρὸς τοὺς ἀποκρισαρίους τοῦ πάπα Γρηγορίου Θʹ

Νικηφόρος Βλεμμύδης

Το επιχείρημα των παπικών αποκρισιαρίων

Παράθεση του προβλήματος που έθεσαν οι αποκρισιάριοι σχετικά με την αιτία που το Άγιο Πνεύμα ονομάζεται Πνεύμα του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 5

Πρόβλημα ἡμῖν, οἱ τιμιώτατοι ἀποκρισιάριοι τοῦ ἁγιωτάτου Πάπα, ὑμεῖς προεβάλλεσθε ἔχον οὕτως ἐπὶ τῶν λέξεων· Διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον λέγεται Πνεῦμα τοῦ Χριστοῦ ἀπ’ αἰῶνος; Τρεῖς μόνως δύνανται λέγεσθαι λόγοι.

Πρῶτος μέν, διότι ὁμοούσιόν ἐστι τῷ Χριστῷ· δεύτερος δέ, ὅτι ἀποστέλλεται παρ’ αὐτοῦ εἰς τὰ κτίσματα· τρίτος, ὅτι ἐκπορεύεται ἐξ αὐτοῦ. Ὅτι δὲ ὁ πρῶτος λόγος οὐκ ἔστιν ἱκανὸς δῆλον, ἐπειδὴ ἐκ τούτου ἀκολουθεῖ τὸν Πατέρα εἶναι Πνεῦμα τοῦ Υἱοῦ διότι ὁμοούσιός ἐστι τῷ Υἱῷ. Ὅτι δὲ ὁ δεύτερος λόγος οὐκ ἔστιν ἀληθὴς δῆλον, διότι τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα Χριστοῦ ἀπ’ αἰῶνος· ἀλλ’ ἀπ’ αἰῶνος οὐκ ἀπεστάλη εἰς τὰ κτίσματα· λοιπὸν τοῦτο οὐκ ἔστιν αἰτία τοῦ λέγεσθαι Πνεῦμα Χριστοῦ. Λείπεται γοῦν ὅτι ὁ τρίτος λόγος αἰτία ἐστὶ τοῦ λέγεσθαι Πνεῦμα Χριστοῦ, ὅτι ἐκπορεύεται ἐξ αὐτοῦ.