Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄ 18

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 18, Εδάφιο 1

1

ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων.

2

καὶ ἐπάταξε τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα.

3

καὶ ἐπάταξε Δαυὶδ τὸν ᾿Αδρααζὰρ βασιλέα Σουβὰ ῾Ημάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.

4

καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.

5

καὶ ἦλθε Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι ᾿Αδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.

6

καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυὶδ εἰς παῖδας φέροντας δῶρα, καὶ ἔσωζε Κύριος Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

7

καὶ ἔλαβε Δαυὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τοὺς παῖδας ᾿Αδρααζάρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς ῾Ιερουσαλήμ.

8

καὶ ἐκ τῆς μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν ᾿Αδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.

9

καὶ ἤκουσε Θωὰ βασιλεὺς ῾Ημὰθ ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν ᾿Αδρααζὰρ βασιλέως Σουβά,

10

καὶ ἀπέστειλε τὸν ᾿Αδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν ᾿Αδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θωὰ ἦν τῷ ᾿Αδρααζάρ.

11

καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ ᾿Ιδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν ᾿Αμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ ᾿Αμαλήκ.

12

καὶ ᾿Αβεσσὰ υἱὸς Σαρουΐας ἐπάταξε τὴν ᾿Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτωκαίδεκα χιλιάδας.

13

καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ ᾿Ιδουμαῖοι παῖδες Δαυίδ. καὶ ἔσωζε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.

14

καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα ᾿Ισραὴλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.

15

καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺδ ὑπομνηματογράφος

16

καὶ Σαδὼκ υἱὸς ᾿Αχιτὼβ καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ ἱερεῖς καὶ Σουσὰ γραμματεὺς

17

καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθθὶ καὶ ἐπὶ τοῦ Φελεθθὶ καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.